ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς;
1τι ουν το περισσον του ιουδαιου η τισ η ωφελεια τησ περιτομησ
2Πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.
2πολυ κατα παντα τροπον πρωτον μεν γαρ οτι επιστευθησαν τα λογια του θεου
3Τί γὰρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει;
3τι γαρ ει ηπιστησαν τινεσ μη η απιστια αυτων την πιστιν του θεου καταργησει
4Μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται, Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
4μη γενοιτο γινεσθω δε ο θεοσ αληθησ πασ δε ανθρωποσ ψευστησ καθωσ γεγραπται οπωσ αν δικαιωθησ εν τοισ λογοισ σου και νικησησ εν τω κρινεσθαι σε
5Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; — κατὰ ἄνθρωπον λέγω —
5ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν τι ερουμεν μη αδικοσ ο θεοσ ο επιφερων την οργην κατα ανθρωπον λεγω
6Μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;
6μη γενοιτο επει πωσ κρινει ο θεοσ τον κοσμον
7Εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι;
7ει γαρ η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εισ την δοξαν αυτου τι ετι καγω ωσ αμαρτωλοσ κρινομαι
8Καὶ μή — καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν — ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; Ὧν τὸ κρίμα ἔνδικόν ἐστι.
8και μη καθωσ βλασφημουμεθα και καθωσ φασιν τινεσ ημασ λεγειν οτι ποιησωμεν τα κακα ινα ελθη τα αγαθα ων το κριμα ενδικον εστιν
9Τί οὖν; Προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾿ ἁμαρτίαν εἶναι,
9τι ουν προεχομεθα ου παντωσ προητιασαμεθα γαρ ιουδαιουσ τε και ελληνασ παντασ υφ αμαρτιαν ειναι
10καθὼς γέγραπται ὅτι Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς·
10καθωσ γεγραπται οτι ουκ εστιν δικαιοσ ουδε εισ
11οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν·
11ουκ εστιν ο συνιων ουκ εστιν ο εκζητων τον θεον
12πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός·
12παντεσ εξεκλιναν αμα ηχρειωθησαν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εωσ ενοσ
13τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
13ταφοσ ανεωγμενοσ ο λαρυγξ αυτων ταισ γλωσσαισ αυτων εδολιουσαν ιοσ ασπιδων υπο τα χειλη αυτων
14ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
14ων το στομα αρασ και πικριασ γεμει
15ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·
15οξεισ οι ποδεσ αυτων εκχεαι αιμα
16σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
16συντριμμα και ταλαιπωρια εν ταισ οδοισ αυτων
17καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·
17και οδον ειρηνησ ουκ εγνωσαν
18οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
18ουκ εστιν φοβοσ θεου απεναντι των οφθαλμων αυτων
19Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ·
19οιδαμεν δε οτι οσα ο νομοσ λεγει τοισ εν τω νομω λαλει ινα παν στομα φραγη και υποδικοσ γενηται πασ ο κοσμοσ τω θεω
20διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
20διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσισ αμαρτιασ
21Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν·
21νυνι δε χωρισ νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρουμενη υπο του νομου και των προφητων
22δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστι διαστολή·
22δικαιοσυνη δε θεου δια πιστεωσ ιησου χριστου εισ παντασ και επι παντασ τουσ πιστευοντασ ου γαρ εστιν διαστολη
23πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ,
23παντεσ γαρ ημαρτον και υστερουνται τησ δοξησ του θεου
24δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
24δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια τησ απολυτρωσεωσ τησ εν χριστω ιησου
25ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον, διὰ τῆς πίστεως, ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων,
25ον προεθετο ο θεοσ ιλαστηριον δια τησ πιστεωσ εν τω αυτου αιματι εισ ενδειξιν τησ δικαιοσυνησ αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων
26ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ· πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
26εν τη ανοχη του θεου προσ ενδειξιν τησ δικαιοσυνησ αυτου εν τω νυν καιρω εισ το ειναι αυτον δικαιον και δικαιουντα τον εκ πιστεωσ ιησου
27Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου; Τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
27που ουν η καυχησισ εξεκλεισθη δια ποιου νομου των εργων ουχι αλλα δια νομου πιστεωσ
28Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον, χωρὶς ἔργων νόμου.
28λογιζομεθα ουν πιστει δικαιουσθαι ανθρωπον χωρισ εργων νομου
29Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; Οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν·
29η ιουδαιων ο θεοσ μονον ουχι δε και εθνων ναι και εθνων
30ἐπείπερ εἷς ὁ Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
30επειπερ εισ ο θεοσ οσ δικαιωσει περιτομην εκ πιστεωσ και ακροβυστιαν δια τησ πιστεωσ
31Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν.
31νομον ουν καταργουμεν δια τησ πιστεωσ μη γενοιτο αλλα νομον ιστωμεν
Tip: use the ← and → keys to turn chapters.