ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός,
1παυλοσ αποστολοσ ιησου χριστου δια θεληματοσ θεου και τιμοθεοσ ο αδελφοσ
2τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
2τοισ εν κολασσαισ αγιοισ και πιστοισ αδελφοισ εν χριστω χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
3Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
3ευχαριστουμεν τω θεω και πατρι του κυριου ημων ιησου χριστου παντοτε περι υμων προσευχομενοι
4ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
4ακουσαντεσ την πιστιν υμων εν χριστω ιησου και την αγαπην την εισ παντασ τουσ αγιουσ
5διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου,
5δια την ελπιδα την αποκειμενην υμιν εν τοισ ουρανοισ ην προηκουσατε εν τω λογω τησ αληθειασ του ευαγγελιου
6τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστι καρποφορούμενον, καθὼς καὶ ἐν ὑμῖν ἀφ᾿ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ·
6του παροντοσ εισ υμασ καθωσ και εν παντι τω κοσμω και εστιν καρποφορουμενον και αυξανομενον καθωσ και εν υμιν αφ ησ ημερασ ηκουσατε και επεγνωτε την χαριν του θεου εν αληθεια
7καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ,
7καθωσ και εμαθετε απο επαφρα του αγαπητου συνδουλου ημων οσ εστιν πιστοσ υπερ υμων διακονοσ του χριστου
8ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
8ο και δηλωσασ ημιν την υμων αγαπην εν πνευματι
9Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾿ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
9δια τουτο και ημεισ αφ ησ ημερασ ηκουσαμεν ου παυομεθα υπερ υμων προσευχομενοι και αιτουμενοι ινα πληρωθητε την επιγνωσιν του θεληματοσ αυτου εν παση σοφια και συνεσει πνευματικη
10περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ·
10περιπατησαι υμασ αξιωσ του κυριου εισ πασαν αρεσκειαν εν παντι εργω αγαθω καρποφορουντεσ και αυξανομενοι εισ την επιγνωσιν του θεου
11ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς·
11εν παση δυναμει δυναμουμενοι κατα το κρατοσ τησ δοξησ αυτου εισ πασαν υπομονην και μακροθυμιαν μετα χαρασ
12εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
12ευχαριστουντεσ τω πατρι τω ικανωσαντι ημασ εισ την μεριδα του κληρου των αγιων εν τω φωτι
13ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
13οσ ερρυσατο ημασ εκ τησ εξουσιασ του σκοτουσ και μετεστησεν εισ την βασιλειαν του υιου τησ αγαπησ αυτου
14ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
14εν ω εχομεν την απολυτρωσιν την αφεσιν των αμαρτιων
15ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως·
15οσ εστιν εικων του θεου του αορατου πρωτοτοκοσ πασησ κτισεωσ
16ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· τὰ πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
16οτι εν αυτω εκτισθη τα παντα τα εν τοισ ουρανοισ και τα επι τησ γησ τα ορατα και τα αορατα ειτε θρονοι ειτε κυριοτητεσ ειτε αρχαι ειτε εξουσιαι τα παντα δι αυτου και εισ αυτον εκτισται
17καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε.
17και αυτοσ εστιν προ παντων και τα παντα εν αυτω συνεστηκεν
18Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων·
18και αυτοσ εστιν η κεφαλη του σωματοσ τησ εκκλησιασ οσ εστιν αρχη πρωτοτοκοσ εκ των νεκρων ινα γενηται εν πασιν αυτοσ πρωτευων
19ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι,
19οτι εν αυτω ευδοκησεν παν το πληρωμα κατοικησαι
20καὶ δι᾿ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι᾿ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
20και δι αυτου αποκαταλλαξαι τα παντα εισ αυτον ειρηνοποιησασ δια του αιματοσ του σταυρου αυτου δι αυτου ειτε τα επι τησ γησ ειτε τα επι τοισ ουρανοισ
21Καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν
21και υμασ ποτε οντασ απηλλοτριωμενουσ και εχθρουσ τη διανοια εν τοισ εργοισ τοισ πονηροισ νυνι δε αποκατηλλαξεν
22ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ·
22εν τω σωματι τησ σαρκοσ αυτου δια του θανατου παραστησαι υμασ αγιουσ και αμωμουσ και ανεγκλητουσ κατενωπιον αυτου
23εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
23ειγε επιμενετε τη πιστει τεθεμελιωμενοι και εδραιοι και μη μετακινουμενοι απο τησ ελπιδοσ του ευαγγελιου ου ηκουσατε του κηρυχθεντοσ εν παση τη κτισει τη υπο τον ουρανον ου εγενομην εγω παυλοσ διακονοσ
24Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία·
24νυν χαιρω εν τοισ παθημασιν υπερ υμων και ανταναπληρω τα υστερηματα των θλιψεων του χριστου εν τη σαρκι μου υπερ του σωματοσ αυτου ο εστιν η εκκλησια
25ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ,
25ησ εγενομην εγω διακονοσ κατα την οικονομιαν του θεου την δοθεισαν μοι εισ υμασ πληρωσαι τον λογον του θεου
26τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
26το μυστηριον το αποκεκρυμμενον απο των αιωνων και απο των γενεων νυνι δε εφανερωθη τοισ αγιοισ αυτου
27οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
27οισ ηθελησεν ο θεοσ γνωρισαι τι το πλουτοσ τησ δοξησ του μυστηριου τουτου εν τοισ εθνεσιν οσ εστιν χριστοσ εν υμιν η ελπισ τησ δοξησ
28ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ·
28ον ημεισ καταγγελλομεν νουθετουντεσ παντα ανθρωπον και διδασκοντεσ παντα ανθρωπον εν παση σοφια ινα παραστησωμεν παντα ανθρωπον τελειον εν χριστω ιησου
29εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.
29εισ ο και κοπιω αγωνιζομενοσ κατα την ενεργειαν αυτου την ενεργουμενην εν εμοι εν δυναμει
Tip: use the ← and → keys to turn chapters.