ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί,
1θελω γαρ υμασ ειδεναι ηλικον αγωνα εχω περι υμων και των εν λαοδικεια και οσοι ουχ εωρακασιν το προσωπον μου εν σαρκι
2ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ τοῦ Χριστοῦ,
2ινα παρακληθωσιν αι καρδιαι αυτων συμβιβασθεντων εν αγαπη και εισ παντα πλουτον τησ πληροφοριασ τησ συνεσεωσ εισ επιγνωσιν του μυστηριου του θεου και πατροσ και του χριστου
3ἐν ᾧ εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.
3εν ω εισιν παντεσ οι θησαυροι τησ σοφιασ και τησ γνωσεωσ αποκρυφοι
4Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
4τουτο δε λεγω ινα μη τισ υμασ παραλογιζηται εν πιθανολογια
5Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
5ει γαρ και τη σαρκι απειμι αλλα τω πνευματι συν υμιν ειμι χαιρων και βλεπων υμων την ταξιν και το στερεωμα τησ εισ χριστον πιστεωσ υμων
6Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε,
6ωσ ουν παρελαβετε τον χριστον ιησουν τον κυριον εν αυτω περιπατειτε
7ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.
7ερριζωμενοι και εποικοδομουμενοι εν αυτω και βεβαιουμενοι εν τη πιστει καθωσ εδιδαχθητε περισσευοντεσ εν αυτη εν ευχαριστια
8Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν·
8βλεπετε μη τισ υμασ εσται ο συλαγωγων δια τησ φιλοσοφιασ και κενησ απατησ κατα την παραδοσιν των ανθρωπων κατα τα στοιχεια του κοσμου και ου κατα χριστον
9ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
9οτι εν αυτω κατοικει παν το πληρωμα τησ θεοτητοσ σωματικωσ
10καί ἐστε ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας·
10και εστε εν αυτω πεπληρωμενοι οσ εστιν η κεφαλη πασησ αρχησ και εξουσιασ
11ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
11εν ω και περιετμηθητε περιτομη αχειροποιητω εν τη απεκδυσει του σωματοσ των αμαρτιων τησ σαρκοσ εν τη περιτομη του χριστου
12συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.
12συνταφεντεσ αυτω εν τω βαπτισματι εν ω και συνηγερθητε δια τησ πιστεωσ τησ ενεργειασ του θεου του εγειραντοσ αυτον εκ των νεκρων
13Καὶ ὑμᾶς, νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωποίησε σὺν αὐτῷ, χαρισάμενος ὑμῖν πάντα τὰ παραπτώματα,
13και υμασ νεκρουσ οντασ εν τοισ παραπτωμασιν και τη ακροβυστια τησ σαρκοσ υμων συνεζωοποιησεν υμασ συν αυτω χαρισαμενοσ ημιν παντα τα παραπτωματα
14ἐξαλείψας τὸ καθ᾿ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ·
14εξαλειψασ το καθ ημων χειρογραφον τοισ δογμασιν ο ην υπεναντιον ημιν και αυτο ηρκεν εκ του μεσου προσηλωσασ αυτο τω σταυρω
15ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
15απεκδυσαμενοσ τασ αρχασ και τασ εξουσιασ εδειγματισεν εν παρρησια θριαμβευσασ αυτουσ εν αυτω
16Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων·
16μη ουν τισ υμασ κρινετω εν βρωσει η εν ποσει η εν μερει εορτησ η νουμηνιασ η σαββατων
17ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ.
17α εστιν σκια των μελλοντων το δε σωμα χριστου
18Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
18μηδεισ υμασ καταβραβευετω θελων εν ταπεινοφροσυνη και θρησκεια των αγγελων α μη εωρακεν εμβατευων εικη φυσιουμενοσ υπο του νοοσ τησ σαρκοσ αυτου
19καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
19και ου κρατων την κεφαλην εξ ου παν το σωμα δια των αφων και συνδεσμων επιχορηγουμενον και συμβιβαζομενον αυξει την αυξησιν του θεου
20Εἰ οὖν ἀπεθάνετε σὺν τῷ Χριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε,
20ει απεθανετε συν χριστω απο των στοιχειων του κοσμου τι ωσ ζωντεσ εν κοσμω δογματιζεσθε
21Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς —
21μη αψη μηδε γευση μηδε θιγησ
22ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει — κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;
22α εστιν παντα εισ φθοραν τη αποχρησει κατα τα ενταλματα και διδασκαλιασ των ανθρωπων
23Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.
23ατινα εστιν λογον μεν εχοντα σοφιασ εν εθελοθρησκεια και ταπεινοφροσυνη και αφειδια σωματοσ ουκ εν τιμη τινι προσ πλησμονην τησ σαρκοσ
Tip: use the ← and → keys to turn chapters.