ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 1
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
1παυλοσ αποστολοσ ιησου χριστου δια θεληματοσ θεου και τιμοθεοσ ο αδελφοσ τη εκκλησια του θεου τη ουση εν κορινθω συν τοισ αγιοισ πασιν τοισ ουσιν εν ολη τη αχαια
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
2χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
3Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως,
3ευλογητοσ ο θεοσ και πατηρ του κυριου ημων ιησου χριστου ο πατηρ των οικτιρμων και θεοσ πασησ παρακλησεωσ
4ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.
4ο παρακαλων ημασ επι παση τη θλιψει ημων εισ το δυνασθαι ημασ παρακαλειν τουσ εν παση θλιψει δια τησ παρακλησεωσ ησ παρακαλουμεθα αυτοι υπο του θεου
5Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
5οτι καθωσ περισσευει τα παθηματα του χριστου εισ ημασ ουτωσ δια του χριστου περισσευει και η παρακλησισ ημων
6Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν·
6ειτε δε θλιβομεθα υπερ τησ υμων παρακλησεωσ και σωτηριασ τησ ενεργουμενησ εν υπομονη των αυτων παθηματων ων και ημεισ πασχομεν και η ελπισ ημων βεβαια υπερ υμων ειτε παρακαλουμεθα υπερ τησ υμων παρακλησεωσ και σωτηριασ
7εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως.
7ειδοτεσ οτι ωσπερ κοινωνοι εστε των παθηματων ουτωσ και τησ παρακλησεωσ
8Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν.
8ου γαρ θελομεν υμασ αγνοειν αδελφοι υπερ τησ θλιψεωσ ημων τησ γενομενησ ημιν εν τη ασια οτι καθ υπερβολην εβαρηθημεν υπερ δυναμιν ωστε εξαπορηθηναι ημασ και του ζην
9Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
9αλλα αυτοι εν εαυτοισ το αποκριμα του θανατου εσχηκαμεν ινα μη πεποιθοτεσ ωμεν εφ εαυτοισ αλλ επι τω θεω τω εγειροντι τουσ νεκρουσ
10ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,
10οσ εκ τηλικουτου θανατου ερρυσατο ημασ και ρυεται εισ ον ηλπικαμεν οτι και ετι ρυσεται
11συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
11συνυπουργουντων και υμων υπερ ημων τη δεησει ινα εκ πολλων προσωπων το εισ ημασ χαρισμα δια πολλων ευχαριστηθη υπερ υμων
12Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾿ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
12η γαρ καυχησισ ημων αυτη εστιν το μαρτυριον τησ συνειδησεωσ ημων οτι εν απλοτητι και ειλικρινεια θεου ουκ εν σοφια σαρκικη αλλ εν χαριτι θεου ανεστραφημεν εν τω κοσμω περισσοτερωσ δε προσ υμασ
13Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε·
13ου γαρ αλλα γραφομεν υμιν αλλ η α αναγινωσκετε η και επιγινωσκετε ελπιζω δε οτι και εωσ τελουσ επιγνωσεσθε
14καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμέν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.
14καθωσ και επεγνωτε ημασ απο μερουσ οτι καυχημα υμων εσμεν καθαπερ και υμεισ ημων εν τη ημερα του κυριου ιησου
15Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον, ἵνα δευτέραν χάριν ἔχητε·
15και ταυτη τη πεποιθησει εβουλομην ελθειν προσ υμασ το προτερον ινα δευτεραν χαριν εχητε
16καὶ δι᾿ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
16και δι υμων διελθειν εισ μακεδονιαν και παλιν απο μακεδονιασ ελθειν προσ υμασ και υφ υμων προπεμφθηναι εισ την ιουδαιαν
17Τοῦτο οὖν βουλευόμενος, μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ Ναί, ναὶ καὶ τὸ Οὔ, οὔ;
17τουτο ουν βουλευομενοσ μητι αρα τη ελαφρια εχρησαμην η α βουλευομαι κατα σαρκα βουλευομαι ινα η παρ εμοι το ναι ναι και το ου ου
18Πιστὸς δὲ ὁ Θεός, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ οὔ.
18πιστοσ δε ο θεοσ οτι ο λογοσ ημων ο προσ υμασ ουκ εγενετο ναι και ου
19Ὁ γὰρ τοῦ Θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς, δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν.
19ο γαρ του θεου υιοσ ιησουσ χριστοσ ο εν υμιν δι ημων κηρυχθεισ δι εμου και σιλουανου και τιμοθεου ουκ εγενετο ναι και ου αλλα ναι εν αυτω γεγονεν
20Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί, καὶ ἐν αὐτῷ τὸ Ἀμήν, τῷ Θεῷ πρὸς δόξαν δι᾿ ἡμῶν.
20οσαι γαρ επαγγελιαι θεου εν αυτω το ναι και εν αυτω το αμην τω θεω προσ δοξαν δι ημων
21Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς, Θεός·
21ο δε βεβαιων ημασ συν υμιν εισ χριστον και χρισασ ημασ θεοσ
22ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
22ο και σφραγισαμενοσ ημασ και δουσ τον αρραβωνα του πνευματοσ εν ταισ καρδιαισ ημων
23Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.
23εγω δε μαρτυρα τον θεον επικαλουμαι επι την εμην ψυχην οτι φειδομενοσ υμων ουκετι ηλθον εισ κορινθον
24Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.
24ουχ οτι κυριευομεν υμων τησ πιστεωσ αλλα συνεργοι εσμεν τησ χαρασ υμων τη γαρ πιστει εστηκατε
Tip: use the ← and → keys to turn chapters.