ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 2
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμᾶς.
1εκρινα δε εμαυτω τουτο το μη παλιν εν λυπη προσ υμασ ελθειν
2Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;
2ει γαρ εγω λυπω υμασ και τισ εστιν ο ευφραινων με ει μη ο λυπουμενοσ εξ εμου
3Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστίν.
3και εγραψα υμιν τουτο αυτο ινα μη ελθων λυπην εχω αφ ων εδει με χαιρειν πεποιθωσ επι παντασ υμασ οτι η εμη χαρα παντων υμων εστιν
4Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
4εκ γαρ πολλησ θλιψεωσ και συνοχησ καρδιασ εγραψα υμιν δια πολλων δακρυων ουχ ινα λυπηθητε αλλα την αγαπην ινα γνωτε ην εχω περισσοτερωσ εισ υμασ
5Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ᾿ ἀπὸ μέρους — ἵνα μὴ ἐπιβαρῶ — πάντας ὑμᾶς.
5ει δε τισ λελυπηκεν ουκ εμε λελυπηκεν αλλα απο μερουσ ινα μη επιβαρω παντασ υμασ
6Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων·
6ικανον τω τοιουτω η επιτιμια αυτη η υπο των πλειονων
7ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
7ωστε τουναντιον μαλλον υμασ χαρισασθαι και παρακαλεσαι μηπωσ τη περισσοτερα λυπη καταποθη ο τοιουτοσ
8Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην.
8διο παρακαλω υμασ κυρωσαι εισ αυτον αγαπην
9Εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.
9εισ τουτο γαρ και εγραψα ινα γνω την δοκιμην υμων ει εισ παντα υπηκοοι εστε
10ᾯ δέ τι χαρίζεσθε, καὶ ἐγώ· καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι, δι᾿ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,
10ω δε τι χαριζεσθε και εγω και γαρ εγω ει τι κεχαρισμαι ω κεχαρισμαι δι υμασ εν προσωπω χριστου
11ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
11ινα μη πλεονεκτηθωμεν υπο του σατανα ου γαρ αυτου τα νοηματα αγνοουμεν
12Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ,
12ελθων δε εισ την τρωαδα εισ το ευαγγελιον του χριστου και θυρασ μοι ανεωγμενησ εν κυριω
13οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
13ουκ εσχηκα ανεσιν τω πνευματι μου τω μη ευρειν με τιτον τον αδελφον μου αλλα αποταξαμενοσ αυτοισ εξηλθον εισ μακεδονιαν
14Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾿ ἡμῶν ἐν παντὶ τόπῳ.
14τω δε θεω χαρισ τω παντοτε θριαμβευοντι ημασ εν τω χριστω και την οσμην τησ γνωσεωσ αυτου φανερουντι δι ημων εν παντι τοπω
15Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις·
15οτι χριστου ευωδια εσμεν τω θεω εν τοισ σωζομενοισ και εν τοισ απολλυμενοισ
16οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός;
16οισ μεν οσμη θανατου εισ θανατον οισ δε οσμη ζωησ εισ ζωην και προσ ταυτα τισ ικανοσ
17Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· ἀλλ᾿ ὡς ἐξ εἰλικρινείας, ἀλλ᾿ ὡς ἐκ Θεοῦ, κατενώπιον τοῦ Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν.
17ου γαρ εσμεν ωσ οι λοιποι καπηλευοντεσ τον λογον του θεου αλλ ωσ εξ ειλικρινειασ αλλ ωσ εκ θεου κατενωπιον του θεου εν χριστω λαλουμεν
Tip: use the ← and → keys to turn chapters.