ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 9
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν·
1περι μεν γαρ τησ διακονιασ τησ εισ τουσ αγιουσ περισσον μοι εστιν το γραφειν υμιν
2οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
2οιδα γαρ την προθυμιαν υμων ην υπερ υμων καυχωμαι μακεδοσιν οτι αχαια παρεσκευασται απο περυσι και ο εξ υμων ζηλοσ ηρεθισεν τουσ πλειονασ
3Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε·
3επεμψα δε τουσ αδελφουσ ινα μη το καυχημα ημων το υπερ υμων κενωθη εν τω μερει τουτω ινα καθωσ ελεγον παρεσκευασμενοι ητε
4μήπως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς — ἵνα μὴ λέγωμεν ὑμεῖς — ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.
4μηπωσ εαν ελθωσιν συν εμοι μακεδονεσ και ευρωσιν υμασ απαρασκευαστουσ καταισχυνθωμεν ημεισ ινα μη λεγωμεν υμεισ εν τη υποστασει ταυτη τησ καυχησεωσ
5Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὥσπερ πλεονεξίαν.
5αναγκαιον ουν ηγησαμην παρακαλεσαι τουσ αδελφουσ ινα προελθωσιν εισ υμασ και προκαταρτισωσιν την προκατηγγελμενην ευλογιαν υμων ταυτην ετοιμην ειναι ουτωσ ωσ ευλογιαν και μη ωσ πλεονεξιαν
6Τοῦτο δέ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις, ἐπ᾿ εὐλογίαις καὶ θερίσει.
6τουτο δε ο σπειρων φειδομενωσ φειδομενωσ και θερισει και ο σπειρων επ ευλογιαισ επ ευλογιαισ και θερισει
7Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.
7εκαστοσ καθωσ προαιρειται τη καρδια μη εκ λυπησ η εξ αναγκησ ιλαρον γαρ δοτην αγαπα ο θεοσ
8Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν·
8δυνατοσ δε ο θεοσ πασαν χαριν περισσευσαι εισ υμασ ινα εν παντι παντοτε πασαν αυταρκειαν εχοντεσ περισσευητε εισ παν εργον αγαθον
9καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
9καθωσ γεγραπται εσκορπισεν εδωκεν τοισ πενησιν η δικαιοσυνη αυτου μενει εισ τον αιωνα
10Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν·
10ο δε επιχορηγων σπερμα τω σπειροντι και αρτον εισ βρωσιν χορηγησαι και πληθυναι τον σπορον υμων και αυξησαι τα γενηματα τησ δικαιοσυνησ υμων
11ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.
11εν παντι πλουτιζομενοι εισ πασαν απλοτητα ητισ κατεργαζεται δι ημων ευχαριστιαν τω θεω
12Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ·
12οτι η διακονια τησ λειτουργιασ ταυτησ ου μονον εστιν προσαναπληρουσα τα υστερηματα των αγιων αλλα και περισσευουσα δια πολλων ευχαριστιων τω θεω
13διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας·
13δια τησ δοκιμησ τησ διακονιασ ταυτησ δοξαζοντεσ τον θεον επι τη υποταγη τησ ομολογιασ υμων εισ το ευαγγελιον του χριστου και απλοτητι τησ κοινωνιασ εισ αυτουσ και εισ παντασ
14καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ᾿ ὑμῖν.
14και αυτων δεησει υπερ υμων επιποθουντων υμασ δια την υπερβαλλουσαν χαριν του θεου εφ υμιν
15Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
15χαρισ δε τω θεω επι τη ανεκδιηγητω αυτου δωρεα
Tip: use the ← and → keys to turn chapters.