ΠΕΤΡΟΥ Α
Chapter 1

ΠΕΤΡΟΥ Α

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΕΤΡΟΥ Α 1

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας,
1πετροσ αποστολοσ ιησου χριστου εκλεκτοισ παρεπιδημοισ διασπορασ ποντου γαλατιασ καππαδοκιασ ασιασ και βιθυνιασ
2κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
2κατα προγνωσιν θεου πατροσ εν αγιασμω πνευματοσ εισ υπακοην και ραντισμον αιματοσ ιησου χριστου χαρισ υμιν και ειρηνη πληθυνθειη
3Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
3ευλογητοσ ο θεοσ και πατηρ του κυριου ημων ιησου χριστου ο κατα το πολυ αυτου ελεοσ αναγεννησασ ημασ εισ ελπιδα ζωσαν δι αναστασεωσ ιησου χριστου εκ νεκρων
4εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς,
4εισ κληρονομιαν αφθαρτον και αμιαντον και αμαραντον τετηρημενην εν ουρανοισ εισ υμασ
5τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.
5τουσ εν δυναμει θεου φρουρουμενουσ δια πιστεωσ εισ σωτηριαν ετοιμην αποκαλυφθηναι εν καιρω εσχατω
6Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
6εν ω 3739 R-DSM αγαλλιασθε ολιγον αρτι ει δεον εστιν λυπηθεντεσ εν ποικιλοισ πειρασμοισ
7ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·
7ινα το δοκιμιον υμων τησ πιστεωσ πολυ τιμιωτερον χρυσιου του απολλυμενου δια πυροσ δε δοκιμαζομενου ευρεθη εισ επαινον και τιμην και εισ δοξαν εν αποκαλυψει ιησου χριστου
8ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
8ον ουκ ειδοτεσ αγαπατε εισ ον αρτι μη ορωντεσ πιστευοντεσ δε αγαλλιασθε χαρα ανεκλαλητω και δεδοξασμενη
9κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
9κομιζομενοι το τελοσ τησ πιστεωσ υμων σωτηριαν ψυχων
10Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες·
10περι ησ σωτηριασ εξεζητησαν και εξηρευνησαν προφηται οι περι τησ εισ υμασ χαριτοσ προφητευσαντεσ
11ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.
11ερευνωντεσ εισ τινα η ποιον καιρον εδηλου το εν αυτοισ πνευμα χριστου προμαρτυρομενον τα εισ χριστον παθηματα και τασ μετα ταυτα δοξασ
12Οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
12οισ απεκαλυφθη οτι ουχ εαυτοισ υμιν δε διηκονουν αυτα α νυν ανηγγελη υμιν δια των ευαγγελισαμενων υμασ εν πνευματι αγιω αποσταλεντι απ ουρανου εισ α επιθυμουσιν αγγελοι παρακυψαι
13Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·
13διο αναζωσαμενοι τασ οσφυασ τησ διανοιασ υμων νηφοντεσ τελειωσ ελπισατε επι την φερομενην υμιν χαριν εν αποκαλυψει ιησου χριστου
14ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
14ωσ τεκνα υπακοησ μη συσχηματιζομενοι ταισ προτερον εν τη αγνοια υμων επιθυμιαισ
15ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε·
15αλλα κατα τον καλεσαντα υμασ αγιον και αυτοι αγιοι εν παση αναστροφη γενηθητε
16διότι γέγραπται, Ἅγιοι γένεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.
16διοτι γεγραπται αγιοι γινεσθε οτι εγω αγιοσ ειμι
17Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
17και ει πατερα επικαλεισθε τον απροσωποληπτωσ κρινοντα κατα το εκαστου εργον εν φοβω τον τησ παροικιασ υμων χρονον αναστραφητε
18εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
18ειδοτεσ οτι ου φθαρτοισ αργυριω η χρυσιω ελυτρωθητε εκ τησ ματαιασ υμων αναστροφησ πατροπαραδοτου
19ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
19αλλα τιμιω αιματι ωσ αμνου αμωμου και ασπιλου χριστου
20προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτων τῶν χρόνων δι᾿ ὑμᾶς,
20προεγνωσμενου μεν προ καταβολησ κοσμου φανερωθεντοσ δε επ εσχατων των χρονων δι υμασ
21τοὺς δι᾿ αὐτοῦ πιστεύοντας εἰς Θεόν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.
21τουσ δι αυτου πιστευοντασ εισ θεον τον εγειραντα αυτον εκ νεκρων και δοξαν αυτω δοντα ωστε την πιστιν υμων και ελπιδα ειναι εισ θεον
22Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς·
22τασ ψυχασ υμων ηγνικοτεσ εν τη υπακοη τησ αληθειασ δια πνευματοσ εισ φιλαδελφιαν ανυποκριτον εκ καθαρασ καρδιασ αλληλουσ αγαπησατε εκτενωσ
23ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα.
23αναγεγεννημενοι ουκ εκ σπορασ φθαρτησ αλλα αφθαρτου δια λογου ζωντοσ θεου και μενοντοσ εισ τον αιωνα
24Διότι, Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε·
24διοτι πασα σαρξ ωσ χορτοσ και πασα δοξα ανθρωπου ωσ ανθοσ χορτου εξηρανθη ο χορτοσ και το ανθοσ αυτου εξεπεσεν
25τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
25το δε ρημα κυριου μενει εισ τον αιωνα τουτο δε εστιν το ρημα το ευαγγελισθεν εισ υμασ

Tip: use the ← and → keys to turn chapters.