ΠΡΟΣ ΓΑΛΑΤΑΣ
Chapter 1

ΠΡΟΣ ΓΑΛΑΤΑΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Παῦλος ἀπόστολος οὐκ ἀπ᾿ ἀνθρώπων, οὐδὲ δι᾿ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
1παυλοσ αποστολοσ ουκ απ ανθρωπων ουδε δι ανθρωπου αλλα δια ιησου χριστου και θεου πατροσ του εγειραντοσ αυτον εκ νεκρων
2καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·
2και οι συν εμοι παντεσ αδελφοι ταισ εκκλησιαισ τησ γαλατιασ
3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρός, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
3χαρισ υμιν και ειρηνη απο θεου πατροσ και κυριου ημων ιησου χριστου
4τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν·
4του δοντοσ εαυτον περι των αμαρτιων ημων οπωσ εξεληται ημασ εκ του ενεστωτοσ αιωνοσ πονηρου κατα το θελημα του θεου και πατροσ ημων
5ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5ω η δοξα εισ τουσ αιωνασ των αιωνων αμην
6Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον·
6θαυμαζω οτι ουτωσ ταχεωσ μετατιθεσθε απο του καλεσαντοσ υμασ εν χαριτι χριστου εισ ετερον ευαγγελιον
7ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
7ο ουκ εστιν αλλο ει μη τινεσ εισιν οι ταρασσοντεσ υμασ και θελοντεσ μεταστρεψαι το ευαγγελιον του χριστου
8Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾿ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
8αλλα και εαν ημεισ η αγγελοσ εξ ουρανου ευαγγελιζηται υμιν παρ ο ευηγγελισαμεθα υμιν αναθεμα εστω
9Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
9ωσ προειρηκαμεν και αρτι παλιν λεγω ει τισ υμασ ευαγγελιζεται παρ ο παρελαβετε αναθεμα εστω
10Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
10αρτι γαρ ανθρωπουσ πειθω η τον θεον η ζητω ανθρωποισ αρεσκειν ει γαρ ετι ανθρωποισ ηρεσκον χριστου δουλοσ ουκ αν ημην
11Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον.
11γνωριζω δε υμιν αδελφοι το ευαγγελιον το ευαγγελισθεν υπ εμου οτι ουκ εστιν κατα ανθρωπον
12Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
12ουδε γαρ εγω παρα ανθρωπου παρελαβον αυτο ουτε εδιδαχθην αλλα δι αποκαλυψεωσ ιησου χριστου
13Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν·
13ηκουσατε γαρ την εμην αναστροφην ποτε εν τω ιουδαισμω οτι καθ υπερβολην εδιωκον την εκκλησιαν του θεου και επορθουν αυτην
14καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
14και προεκοπτον εν τω ιουδαισμω υπερ πολλουσ συνηλικιωτασ εν τω γενει μου περισσοτερωσ ζηλωτησ υπαρχων των πατρικων μου παραδοσεων
15Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ,
15οτε δε ευδοκησεν ο θεοσ ο αφορισασ με εκ κοιλιασ μητροσ μου και καλεσασ δια τησ χαριτοσ αυτου
16ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι·
16αποκαλυψαι τον υιον αυτου εν εμοι ινα ευαγγελιζωμαι αυτον εν τοισ εθνεσιν ευθεωσ ου προσανεθεμην σαρκι και αιματι
17οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλ᾿ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
17ουδε ανηλθον εισ ιεροσολυμα προσ τουσ προ εμου αποστολουσ αλλα απηλθον εισ αραβιαν και παλιν υπεστρεψα εισ δαμασκον
18Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε.
18επειτα μετα ετη τρια ανηλθον εισ ιεροσολυμα ιστορησαι πετρον και επεμεινα προσ αυτον ημερασ δεκαπεντε
19Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
19ετερον δε των αποστολων ουκ ειδον ει μη ιακωβον τον αδελφον του κυριου
20Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι.
20α δε γραφω υμιν ιδου ενωπιον του θεου οτι ου ψευδομαι
21Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
21επειτα ηλθον εισ τα κλιματα τησ συριασ και τησ κιλικιασ
22Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ·
22ημην δε αγνοουμενοσ τω προσωπω ταισ εκκλησιαισ τησ ιουδαιασ ταισ εν χριστω
23μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτέ, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει.
23μονον δε ακουοντεσ ησαν οτι ο διωκων ημασ ποτε νυν ευαγγελιζεται την πιστιν ην ποτε επορθει
24Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.
24και εδοξαζον εν εμοι τον θεον

Tip: use the ← and → keys to turn chapters.