ΠΡΟΣ ΓΑΛΑΤΑΣ
Chapter 4

ΠΡΟΣ ΓΑΛΑΤΑΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν·
1λεγω δε εφ οσον χρονον ο κληρονομοσ νηπιοσ εστιν ουδεν διαφερει δουλου κυριοσ παντων ων
2ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
2αλλα υπο επιτροπουσ εστιν και οικονομουσ αχρι τησ προθεσμιασ του πατροσ
3Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι·
3ουτωσ και ημεισ οτε ημεν νηπιοι υπο τα στοιχεια του κοσμου ημεν δεδουλωμενοι
4ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
4οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεοσ τον υιον αυτου γενομενον εκ γυναικοσ γενομενον υπο νομον
5ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
5ινα τουσ υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν
6Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον, Ἀββᾶ, ὁ πατήρ.
6οτι δε εστε υιοι εξαπεστειλεν ο θεοσ το πνευμα του υιου αυτου εισ τασ καρδιασ υμων κραζον αββα ο πατηρ
7Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾿ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.
7ωστε ουκετι ει δουλοσ αλλ υιοσ ει δε υιοσ και κληρονομοσ θεου δια χριστου
8Ἀλλὰ τότε μέν, οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς·
8αλλα τοτε μεν ουκ ειδοτεσ θεον εδουλευσατε τοισ μη φυσει ουσιν θεοισ
9νῦν δέ, γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
9νυν δε γνοντεσ θεον μαλλον δε γνωσθεντεσ υπο θεου πωσ επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια οισ παλιν ανωθεν δουλευειν θελετε
10Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιρούς, καὶ ἐνιαυτούς.
10ημερασ παρατηρεισθε και μηνασ και καιρουσ και ενιαυτουσ
11Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
11φοβουμαι υμασ μηπωσ εικη κεκοπιακα εισ υμασ
12Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε·
12γινεσθε ωσ εγω οτι καγω ωσ υμεισ αδελφοι δεομαι υμων ουδεν με ηδικησατε
13οἴδατε δὲ ὅτι δι᾿ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον.
13οιδατε δε οτι δι ασθενειαν τησ σαρκοσ ευηγγελισαμην υμιν το προτερον
14Καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ᾿ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
14και τον πειρασμον μου τον εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλ ωσ αγγελον θεου εδεξασθε με ωσ χριστον ιησουν
15Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι.
15τισ ουν ην ο μακαρισμοσ υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τουσ οφθαλμουσ υμων εξορυξαντεσ αν εδωκατε μοι
16Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
16ωστε εχθροσ υμων γεγονα αληθευων υμιν
17Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
17ζηλουσιν υμασ ου καλωσ αλλα εκκλεισαι υμασ θελουσιν ινα αυτουσ ζηλουτε
18Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.
18καλον δε το ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προσ υμασ
19Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν,
19τεκνια μου ουσ παλιν ωδινω αχρι ου μορφωθη χριστοσ εν υμιν
20ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
20ηθελον δε παρειναι προσ υμασ αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν
21Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
21λεγετε μοι οι υπο νομον θελοντεσ ειναι τον νομον ουκ ακουετε
22Γέγραπται γάρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
22γεγραπται γαρ οτι αβρααμ δυο υιουσ εσχεν ενα εκ τησ παιδισκησ και ενα εκ τησ ελευθερασ
23Ἀλλ᾿ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.
23αλλ ο μεν εκ τησ παιδισκησ κατα σαρκα γεγεννηται ο δε εκ τησ ελευθερασ δια τησ επαγγελιασ
24Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ.
24ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν δυο διαθηκαι μια μεν απο ορουσ σινα εισ δουλειαν γεννωσα ητισ εστιν αγαρ
25Τὸ γὰρ Ἅγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς.
25το γαρ αγαρ σινα οροσ εστιν εν τη αραβια συστοιχει δε τη νυν ιερουσαλημ δουλευει δε μετα των τεκνων αυτησ
26Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν·
26η δε ανω ιερουσαλημ ελευθερα εστιν ητισ εστιν μητηρ παντων ημων
27γέγραπται γάρ, Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
27γεγραπται γαρ ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα τησ ερημου μαλλον η τησ εχουσησ τον ανδρα
28Ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαάκ, ἐπαγγελίας τέκνα ἐσμέν.
28ημεισ δε αδελφοι κατα ισαακ επαγγελιασ τεκνα εσμεν
29Ἀλλ᾿ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.
29αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεισ εδιωκεν τον κατα πνευμα ουτωσ και νυν
30Ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
30αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτησ ου γαρ μη κληρονομηση ο υιοσ τησ παιδισκησ μετα του υιου τησ ελευθερασ
31Ἄρα, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.
31αρα αδελφοι ουκ εσμεν παιδισκησ τεκνα αλλα τησ ελευθερασ

Tip: use the ← and → keys to turn chapters.