ΙΩΑΝΝΟΥ Β
Chapter 1

ΙΩΑΝΝΟΥ Β

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΙΩΑΝΝΟΥ Β 1

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
1ο πρεσβυτεροσ εκλεκτη κυρια και τοισ τεκνοισ αυτησ ουσ εγω αγαπω εν αληθεια και ουκ εγω μονοσ αλλα και παντεσ οι εγνωκοτεσ την αληθειαν
2διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·
2δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εισ τον αιωνα
3ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρός, καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
3εσται μεθ ημων χαρισ ελεοσ ειρηνη παρα θεου πατροσ και παρα κυριου ιησου χριστου του υιου του πατροσ εν αληθεια και αγαπη
4Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
4εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντασ εν αληθεια καθωσ εντολην ελαβομεν παρα του πατροσ
5Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
5και νυν ερωτω σε κυρια ουχ ωσ εντολην γραφων σοι καινην αλλα ην ειχομεν απ αρχησ ινα αγαπωμεν αλληλουσ
6Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
6και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τασ εντολασ αυτου αυτη εστιν η εντολη καθωσ ηκουσατε απ αρχησ ινα εν αυτη περιπατητε
7Ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
7οτι πολλοι πλανοι εισηλθον εισ τον κοσμον οι μη ομολογουντεσ ιησουν χριστον ερχομενον εν σαρκι ουτοσ εστιν ο πλανοσ και ο αντιχριστοσ
8Βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.
8βλεπετε εαυτουσ ινα μη απολεσωμεν α ειργασαμεθα αλλα μισθον πληρη απολαβωμεν
9Πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
9πασ ο παραβαινων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει ο μενων εν τη διδαχη του χριστου ουτοσ και τον πατερα και τον υιον εχει
10Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
10ει τισ ερχεται προσ υμασ και ταυτην την διδαχην ου φερει μη λαμβανετε αυτον εισ οικιαν και χαιρειν αυτω μη λεγετε
11ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
11ο γαρ λεγων αυτω χαιρειν κοινωνει τοισ εργοισ αυτου τοισ πονηροισ
12Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
12πολλα εχων υμιν γραφειν ουκ εβουληθην δια χαρτου και μελανοσ αλλα ελπιζω ελθειν προσ υμασ και στομα προσ στομα λαλησαι ινα η χαρα ημων η πεπληρωμενη
13Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. Ἀμήν.
13ασπαζεται σε τα τεκνα τησ αδελφησ σου τησ εκλεκτησ αμην

Tip: use the ← and → keys to turn chapters.