ΙΩΑΝΝΟΥ Γ 1
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
1ο πρεσβυτεροσ γαιω τω αγαπητω ον εγω αγαπω εν αληθεια
2Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.
2αγαπητε περι παντων ευχομαι σε ευοδουσθαι και υγιαινειν καθωσ ευοδουται σου η ψυχη
3Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.
3εχαρην γαρ λιαν ερχομενων αδελφων και μαρτυρουντων σου τη αληθεια καθωσ συ εν αληθεια περιπατεισ
4Μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα.
4μειζοτεραν τουτων ουκ εχω χαραν ινα ακουω τα εμα τεκνα εν αληθεια περιπατουντα
5Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους,
5αγαπητε πιστον ποιεισ ο εαν εργαση εισ τουσ αδελφουσ και εισ τουσ ξενουσ
6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ.
6οι εμαρτυρησαν σου τη αγαπη ενωπιον εκκλησιασ ουσ καλωσ ποιησεισ προπεμψασ αξιωσ του θεου
7Ὑπὲρ γὰρ τοῦ ὀνόματος αὐτοῦ ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνῶν.
7υπερ γαρ του ονοματοσ εξηλθον μηδεν λαμβανοντεσ απο των εθνων
8Ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
8ημεισ ουν οφειλομεν απολαμβανειν τουσ τοιουτουσ ινα συνεργοι γινωμεθα τη αληθεια
9Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾿ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς.
9εγραψα τη εκκλησια αλλ ο φιλοπρωτευων αυτων διοτρεφησ ουκ επιδεχεται ημασ
10Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
10δια τουτο εαν ελθω υπομνησω αυτου τα εργα α ποιει λογοισ πονηροισ φλυαρων ημασ και μη αρκουμενοσ επι τουτοισ ουτε αυτοσ επιδεχεται τουσ αδελφουσ και τουσ βουλομενουσ κωλυει και εκ τησ εκκλησιασ εκβαλλει
11Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστίν· ὁ δὲ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν.
11αγαπητε μη μιμου το κακον αλλα το αγαθον ο αγαθοποιων εκ του θεου εστιν ο κακοποιων ουχ εωρακεν τον θεον
12Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ ὑπ᾿ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι.
12δημητριω μεμαρτυρηται υπο παντων και υπ αυτησ τησ αληθειασ και ημεισ δε μαρτυρουμεν και οιδατε οτι η μαρτυρια ημων αληθησ εστιν
13Πολλὰ εἶχον γράφειν, ἀλλ᾿ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι·
13πολλα ειχον γραφειν αλλ ου θελω δια μελανοσ και καλαμου σοι γραψαι
14ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν. Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατ᾿ ὄνομα.
14ελπιζω δε ευθεωσ ιδειν σε και στομα προσ στομα λαλησομεν ειρηνη σοι ασπαζονται σε οι φιλοι ασπαζου τουσ φιλουσ κατ ονομα
Tip: use the ← and → keys to turn chapters.