ΙΩΑΝΝΟΥ Γ 1
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
1ο πρεσβυτεροσ γαιω τω αγαπητω ον εγω αγαπω εν αληθεια
2Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.
2αγαπητε περι παντων ευχομαι σε ευοδουσθαι και υγιαινειν καθωσ ευοδουται σου η ψυχη
3ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.
3εχαρην γαρ λιαν ερχομενων αδελφων και μαρτυρουντων σου τη αληθεια καθωσ συ εν αληθεια περιπατεισ
4μειζοτέραν τούτων οὐκ ἔχω ⸀χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ⸀τῇ ἀληθείᾳ περιπατοῦντα.
4μειζοτεραν τουτων ουκ εχω χαραν ινα ακουω τα εμα τεκνα εν αληθεια περιπατουντα
5Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ ⸀τοῦτο ξένους,
5αγαπητε πιστον ποιεισ ο εαν εργαση εισ τουσ αδελφουσ και εισ τουσ ξενουσ
6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ·
6οι εμαρτυρησαν σου τη αγαπη ενωπιον εκκλησιασ ουσ καλωσ ποιησεισ προπεμψασ αξιωσ του θεου
7ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ⸀ἐθνικῶν.
7υπερ γαρ του ονοματοσ εξηλθον μηδεν λαμβανοντεσ απο των εθνων
8ἡμεῖς οὖν ὀφείλομεν ⸀ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
8ημεισ ουν οφειλομεν απολαμβανειν τουσ τοιουτουσ ινα συνεργοι γινωμεθα τη αληθεια
9Ἔγραψά ⸀τι τῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς.
9εγραψα τη εκκλησια αλλ ο φιλοπρωτευων αυτων διοτρεφησ ουκ επιδεχεται ημασ
10διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
10δια τουτο εαν ελθω υπομνησω αυτου τα εργα α ποιει λογοισ πονηροισ φλυαρων ημασ και μη αρκουμενοσ επι τουτοισ ουτε αυτοσ επιδεχεται τουσ αδελφουσ και τουσ βουλομενουσ κωλυει και εκ τησ εκκλησιασ εκβαλλει
11Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν.
11αγαπητε μη μιμου το κακον αλλα το αγαθον ο αγαθοποιων εκ του θεου εστιν ο κακοποιων ουχ εωρακεν τον θεον
12Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ ⸀οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
12δημητριω μεμαρτυρηται υπο παντων και υπ αυτησ τησ αληθειασ και ημεισ δε μαρτυρουμεν και οιδατε οτι η μαρτυρια ημων αληθησ εστιν
13Πολλὰ εἶχον ⸂γράψαι σοι⸃, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι ⸀γράφειν·
13πολλα ειχον γραφειν αλλ ου θελω δια μελανοσ και καλαμου σοι γραψαι
14ἐλπίζω δὲ εὐθέως ⸂σε ἰδεῖν⸃, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
14ελπιζω δε ευθεωσ ιδειν σε και στομα προσ στομα λαλησομεν ειρηνη σοι ασπαζονται σε οι φιλοι ασπαζου τουσ φιλουσ κατ ονομα
15Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα.
no verse 15 in this text
Tip: use the ← and → keys to turn chapters.