ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Chapter 1

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

SBL Greek New Testament
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1

SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
1αποκαλυψισ ιησου χριστου ην εδωκεν αυτω ο θεοσ δειξαι τοισ δουλοισ αυτου α δει γενεσθαι εν ταχει και εσημανεν αποστειλασ δια του αγγελου αυτου τω δουλω αυτου ιωαννη
2ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν.
2οσ εμαρτυρησεν τον λογον του θεου και την μαρτυριαν ιησου χριστου οσα ειδεν
3μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.
3μακαριοσ ο αναγινωσκων και οι ακουοντεσ τουσ λογουσ τησ προφητειασ και τηρουντεσ τα εν αυτη γεγραμμενα ο γαρ καιροσ εγγυσ
4Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ⸀ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,
4ιωαννησ ταισ επτα εκκλησιαισ ταισ εν τη ασια χαρισ υμιν και ειρηνη απο θεου ο ων και ο ην και ο ερχομενοσ και απο των επτα πνευματων α ενωπιον του θρονου αυτου
5καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ ⸀λύσαντι ἡμᾶς ⸀ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ—
5και απο ιησου χριστου ο μαρτυσ ο πιστοσ ο πρωτοτοκοσ των νεκρων και ο αρχων των βασιλεων τησ γησ τω αγαπωντι ημασ και λουσαντι ημασ απο των αμαρτιων ημων εν τω αιματι αυτου
6καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ— αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων⸃· ἀμήν.
6και εποιησεν ημασ βασιλειαν ιερεισ τω θεω και πατρι αυτου αυτω η δοξα και το κρατοσ εισ τουσ αιωνασ των αιωνων αμην
7Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν.
7ιδου ερχεται μετα των νεφελων και οψεται αυτον πασ οφθαλμοσ και οιτινεσ αυτον εξεκεντησαν και κοψονται επ αυτον πασαι αι φυλαι τησ γησ ναι αμην
8Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει κύριος, ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
8εγω ειμι το αλφα και το ω λεγει κυριοσ ο θεοσ ο ων και ο ην και ο ερχομενοσ ο παντοκρατωρ
9Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ ⸀συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ⸀ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ ⸀καὶ τὴν μαρτυρίαν ⸀Ἰησοῦ.
9εγω ιωαννησ ο αδελφοσ υμων και κοινωνοσ εν τη θλιψει και βασιλεια και υπομονη εν χριστω ιησου εγενομην εν τη νησω τη καλουμενη πατμω δια τον λογον του θεου και δια την μαρτυριαν ιησου χριστου
10ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ⸂ὀπίσω μου φωνὴν⸃ μεγάλην ὡς σάλπιγγος
10εγενομην εν πνευματι εν τη κυριακη ημερα και ηκουσα φωνην οπισω μου μεγαλην ωσ σαλπιγγοσ
11λεγούσης· Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.
11λεγουσησ ο βλεπεισ γραψον εισ βιβλιον και πεμψον ταισ επτα εκκλησιαισ εισ εφεσον και εισ σμυρναν και εισ περγαμον και εισ θυατειρα και εισ σαρδεισ και εισ φιλαδελφειαν και εισ λαοδικειαν
12⸀Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετʼ ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,
12και εκει επεστρεψα βλεπειν την φωνην ητισ ελαλει μετ εμου και επιστρεψασ ειδον επτα λυχνιασ χρυσασ
13καὶ ἐν μέσῳ ⸀τῶν λυχνιῶν ὅμοιον ⸀υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν·
13και εν μεσω των επτα λυχνιων ομοιον υιω ανθρωπου ενδεδυμενον ποδηρη και περιεζωσμενον προσ τοισ μαστοισ ζωνην χρυσην
14ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός,
14η δε κεφαλη αυτου και αι τριχεσ λευκαι ωσ εριον λευκον ωσ χιων και οι οφθαλμοι αυτου ωσ φλοξ πυροσ
15καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ ⸀πεπυρωμένης, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν,
15και οι ποδεσ αυτου ομοιοι χαλκολιβανω ωσ εν καμινω πεπυρωμενοι και η φωνη αυτου ωσ φωνη υδατων πολλων
16καὶ ἔχων ἐν τῇ δεξιᾷ ⸂χειρὶ αὐτοῦ⸃ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
16και εχων εν τη δεξια αυτου χειρι αστερασ επτα και εκ του στοματοσ αυτου ρομφαια διστομοσ οξεια εκπορευομενη και η οψισ αυτου ωσ ο ηλιοσ φαινει εν τη δυναμει αυτου
17Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπʼ ἐμὲ λέγων· Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
17και οτε ειδον αυτον επεσα προσ τουσ ποδασ αυτου ωσ νεκροσ και εθηκεν την δεξιαν αυτου επ εμε λεγων μη φοβου εγω ειμι ο πρωτοσ και ο εσχατοσ
18καὶ ὁ ζῶν— καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων— καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου.
18και ο ζων και εγενομην νεκροσ και ιδου ζων ειμι εισ τουσ αιωνασ των αιωνων αμην και εχω τασ κλεισ του θανατου και του αδου
19γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει ⸀γίνεσθαι μετὰ ταῦτα.
19γραψον ουν α ειδεσ και α εισιν και α μελλει γινεσθαι μετα ταυτα
20τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ⸀οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.
20το μυστηριον των επτα αστερων ων ειδεσ επι τησ δεξιασ μου και τασ επτα λυχνιασ τασ χρυσασ οι επτα αστερεσ αγγελοι των επτα εκκλησιων εισιν και αι λυχνιαι αι επτα επτα εκκλησιαι εισιν

Tip: use the ← and → keys to turn chapters.