ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου·
1και ο πεμπτοσ αγγελοσ εσαλπισεν και ειδον αστερα εκ του ουρανου πεπτωκοτα εισ την γην και εδοθη αυτω η κλεισ του φρεατοσ τησ αβυσσου
2καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου ⸀μεγάλης, καὶ ⸀ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.
2και ηνοιξεν το φρεαρ τησ αβυσσου και ανεβη καπνοσ εκ του φρεατοσ ωσ καπνοσ καμινου καιομενησ και εσκοτισθη ο ηλιοσ και ο αηρ εκ του καπνου του φρεατοσ
3καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
3και εκ του καπνου εξηλθον ακριδεσ εισ την γην και εδοθη αυταισ εξουσια ωσ εχουσιν εξουσιαν οι σκορπιοι τησ γησ
4καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ⸀ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν ⸀μετώπων.
4και ερρεθη αυταισ ινα μη αδικησωσιν τον χορτον τησ γησ ουδε παν χλωρον ουδε παν δενδρον ει μη τουσ ανθρωπουσ οιτινεσ ουκ εχουσιν την σφραγιδα του θεου επι των μετωπων αυτων
5καὶ ἐδόθη ⸀αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλʼ ἵνα ⸀βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
5και εδοθη αυταισ ινα μη αποκτεινωσιν αυτουσ αλλ ινα βασανισθωσιν μηνασ πεντε και ο βασανισμοσ αυτων ωσ βασανισμοσ σκορπιου οταν παιση ανθρωπον
6καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ ⸀φεύγει ⸂ὁ θάνατος ἀπʼ αὐτῶν⸃.
6και εν ταισ ημεραισ εκειναισ ζητησουσιν οι ανθρωποι τον θανατον και ου μη ευρησουσιν αυτον και επιθυμησουσιν αποθανειν και φευξεται απ αυτων ο θανατοσ
7Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ⸂ὅμοιοι χρυσῷ⸃, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,
7και τα ομοιωματα των ακριδων ομοια ιπποισ ητοιμασμενοισ εισ πολεμον και επι τασ κεφαλασ αυτων ωσ στεφανοι χρυσοι και τα προσωπα αυτων ωσ προσωπα ανθρωπων
8καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν,
8και ειχον τριχασ ωσ τριχασ γυναικων και οι οδοντεσ αυτων ωσ λεοντων ησαν
9καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον·
9και ειχον θωρακασ ωσ θωρακασ σιδηρουσ και η φωνη των πτερυγων αυτων ωσ φωνη αρματων ιππων πολλων τρεχοντων εισ πολεμον
10καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ⸂ἡ ἐξουσία αὐτῶν⸃ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
10και εχουσιν ουρασ ομοιασ σκορπιοισ και κεντρα και εν ταισ ουραισ αυτων εξουσιαν εχουσιν του αδικησαι τουσ ανθρωπουσ μηνασ πεντε
11⸂ἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸν⸃ ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, ⸂καὶ ἐν⸃ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
11εχουσαι βασιλεα επ αυτων αγγελον τησ αβυσσου ονομα αυτω εβραιστι αββαδων εν δε τη ελληνικη ονομα εχει απολλυων
12Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
12η ουαι η μια απηλθεν ιδου ερχεται ετι δυο ουαι μετα ταυτα
13Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ ⸀τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,
13και ο εκτοσ αγγελοσ εσαλπισεν και ηκουσα φωνην μιαν εκ των τεσσαρων κερατων του θυσιαστηριου του χρυσου του ενωπιον του θεου
14⸀λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
14λεγουσαν τω εκτω αγγελω ο εχων την σαλπιγγα λυσον τουσ τεσσαρασ αγγελουσ τουσ δεδεμενουσ επι τω ποταμω τω μεγαλω ευφρατη
15καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν ⸀καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.
15και ελυθησαν οι τεσσαρεσ αγγελοι οι ητοιμασμενοι εισ την ωραν και εισ την ημεραν και μηνα και ενιαυτον ινα αποκτεινωσιν το τριτον των ανθρωπων
16καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ⸀ἱππικοῦ ⸀δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
16και ο αριθμοσ των στρατευματων του ιππου μυριαδεσ μυριαδων ηκουσα τον αριθμον αυτων
17καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπʼ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.
17και ουτωσ ειδον τουσ ιππουσ εν τη ορασει και τουσ καθημενουσ επ αυτων εχοντασ θωρακασ πυρινουσ και υακινθινουσ και θειωδεισ και αι κεφαλαι των ιππων ωσ κεφαλαι λεοντων και εκ των στοματων αυτων εκπορευεται πυρ και καπνοσ και θειον
18ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ⸀ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
18απο των τριων πληγων τουτων απεκτανθησαν το τριτον των ανθρωπων απο του πυροσ και του καπνου και του θειου του εκπορευομενου εκ των στοματων αυτων
19ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ⸀ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
19η γαρ εξουσια των ιππων εν τω στοματι αυτων εστιν και εν ταισ ουραισ αυτων αι γαρ ουραι αυτων ομοιαι οφεων εχουσαι κεφαλασ και εν αυταισ αδικουσιν
20Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, ⸀οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ ⸀προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν ⸀δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν,
20και οι λοιποι των ανθρωπων οι ουκ απεκτανθησαν εν ταισ πληγαισ ταυταισ ου μετενοησαν εκ των εργων των χειρων αυτων ινα μη προσκυνησωσιν τα δαιμονια και τα ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκα και τα λιθινα και τα ξυλινα α ουτε βλεπειν δυναται ουτε ακουειν ουτε περιπατειν
21καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν ⸀φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
21και ου μετενοησαν εκ των φονων αυτων ουτε εκ των φαρμακειων αυτων ουτε εκ τησ πορνειασ αυτων ουτε εκ των κλεμματων αυτων
Tip: use the ← and → keys to turn chapters.