ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος.
1εν αρχη ην ο λογοσ και ο λογοσ ην προσ τον θεον και θεοσ ην ο λογοσ
2Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
2ουτοσ ην εν αρχη προσ τον θεον
3Πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
3παντα δι αυτου εγενετο και χωρισ αυτου εγενετο ουδε εν ο γεγονεν
4Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,
4εν αυτω ζωη ην και η ζωη ην το φωσ των ανθρωπων
5καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
5και το φωσ εν τη σκοτια φαινει και η σκοτια αυτο ου κατελαβεν
6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
6εγενετο ανθρωποσ απεσταλμενοσ παρα θεου ονομα αυτω ιωαννησ
7Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾿ αὐτοῦ.
7ουτοσ ηλθεν εισ μαρτυριαν ινα μαρτυρηση περι του φωτοσ ινα παντεσ πιστευσωσιν δι αυτου
8Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
8ουκ ην εκεινοσ το φωσ αλλ ινα μαρτυρηση περι του φωτοσ
9Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
9ην το φωσ το αληθινον ο φωτιζει παντα ανθρωπον ερχομενον 2064 V-PNP-ASM εισ τον κοσμον
10Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
10εν τω κοσμω ην και ο κοσμοσ δι αυτου εγενετο και ο κοσμοσ αυτον ουκ εγνω
11Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
11εισ τα ιδια ηλθεν και οι ιδιοι αυτον ου παρελαβον
12Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ·
12οσοι δε ελαβον αυτον εδωκεν αυτοισ εξουσιαν τεκνα θεου γενεσθαι τοισ πιστευουσιν εισ το ονομα αυτου
13οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν.
13οι ουκ εξ αιματων ουδε εκ θεληματοσ σαρκοσ ουδε εκ θεληματοσ ανδροσ αλλ εκ θεου εγεννηθησαν
14Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν — καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός — πλήρης χάριτος καὶ ἀληθείας.
14και ο λογοσ σαρξ εγενετο και εσκηνωσεν εν ημιν και εθεασαμεθα την δοξαν αυτου δοξαν ωσ μονογενουσ παρα πατροσ πληρησ χαριτοσ και αληθειασ
15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων, Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν.
15ιωαννησ μαρτυρει περι αυτου και κεκραγεν λεγων ουτοσ ην ον ειπον ο οπισω μου ερχομενοσ εμπροσθεν μου γεγονεν οτι πρωτοσ μου ην
16Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.
16και εκ του πληρωματοσ αυτου ημεισ παντεσ ελαβομεν και χαριν αντι χαριτοσ
17Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
17οτι ο νομοσ δια μωσεωσ εδοθη η χαρισ και η αληθεια δια ιησου χριστου εγενετο
18Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
18θεον ουδεισ εωρακεν πωποτε ο μονογενησ υιοσ ο ων εισ τον κολπον του πατροσ εκεινοσ εξηγησατο
19Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;
19και αυτη εστιν η μαρτυρια του ιωαννου οτε απεστειλαν οι ιουδαιοι εξ ιεροσολυμων ιερεισ και λευιτασ ινα ερωτησωσιν αυτον συ τισ ει
20Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.
20και ωμολογησεν και ουκ ηρνησατο και ωμολογησεν οτι ουκ ειμι εγω ο χριστοσ
21Καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ.
21και ηρωτησαν αυτον τι ουν ηλιασ ει συ και λεγει ουκ ειμι ο προφητησ ει συ και απεκριθη ου
22Εἶπον οὖν αὐτῷ, Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;
22ειπον ουν αυτω τισ ει ινα αποκρισιν δωμεν τοισ πεμψασιν ημασ τι λεγεισ περι σεαυτου
23Ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
23εφη εγω φωνη βοωντοσ εν τη ερημω ευθυνατε την οδον κυριου καθωσ ειπεν ησαιασ ο προφητησ
24Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
24και οι απεσταλμενοι ησαν εκ των φαρισαιων
25Καὶ ἠρώτησαν αὐτόν, καὶ εἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης;
25και ηρωτησαν αυτον και ειπον αυτω τι ουν βαπτιζεισ ει συ ουκ ει ο χριστοσ ουτε ηλιασ ουτε ο προφητησ
26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε.
26απεκριθη αυτοισ ο ιωαννησ λεγων εγω βαπτιζω εν υδατι μεσοσ δε υμων εστηκεν ον υμεισ ουκ οιδατε
27Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν· οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
27αυτοσ εστιν ο οπισω μου ερχομενοσ οσ εμπροσθεν μου γεγονεν ου εγω ουκ ειμι αξιοσ ινα λυσω αυτου τον ιμαντα του υποδηματοσ
28Ταῦτα ἐν Βηθαβαρᾶ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.
28ταυτα εν βηθανια εγενετο περαν του ιορδανου οπου ην ιωαννησ βαπτιζων
29Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
29τη επαυριον βλεπει τον ιησουν ερχομενον προσ αυτον και λεγει ιδε ο αμνοσ του θεου ο αιρων την αμαρτιαν του κοσμου
30Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
30ουτοσ εστιν περι ου εγω ειπον οπισω μου ερχεται ανηρ οσ εμπροσθεν μου γεγονεν οτι πρωτοσ μου ην
31Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.
31καγω ουκ ηδειν αυτον αλλ ινα φανερωθη τω ισραηλ δια τουτο ηλθον εγω εν τω υδατι βαπτιζων
32Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν.
32και εμαρτυρησεν ιωαννησ λεγων οτι τεθεαμαι το πνευμα καταβαινον ωσει περιστεραν εξ ουρανου και εμεινεν επ αυτον
33Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ.
33καγω ουκ ηδειν αυτον αλλ ο πεμψασ με βαπτιζειν εν υδατι εκεινοσ μοι ειπεν εφ ον αν ιδησ το πνευμα καταβαινον και μενον επ αυτον ουτοσ εστιν ο βαπτιζων εν πνευματι αγιω
34Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
34καγω εωρακα και μεμαρτυρηκα οτι ουτοσ εστιν ο υιοσ του θεου
35Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο·
35τη επαυριον παλιν ειστηκει ο ιωαννησ και εκ των μαθητων αυτου δυο
36καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.
36και εμβλεψασ τω ιησου περιπατουντι λεγει ιδε ο αμνοσ του θεου
37Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
37και ηκουσαν αυτου οι δυο μαθηται λαλουντοσ και ηκολουθησαν τω ιησου
38Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ, Ῥαββί — ὃ λέγεται ἑρμηνευόμενον, Διδάσκαλε — ποῦ μένεις;
38στραφεισ δε ο ιησουσ και θεασαμενοσ αυτουσ ακολουθουντασ λεγει αυτοισ τι ζητειτε οι δε ειπον αυτω ραββι ο λεγεται ερμηνευομενον διδασκαλε που μενεισ
39Λέγει αὐτοῖς, Ἔρχεσθε καὶ ἴδετε. Ἦλθον καὶ εἶδον ποῦ μένει· καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα δὲ ἦν ὡς δεκάτη.
39λεγει αυτοισ ερχεσθε και ιδετε ηλθον και ειδον που μενει και παρ αυτω εμειναν την ημεραν εκεινην ωρα ην ωσ δεκατη
40Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.
40ην ανδρεασ ο αδελφοσ σιμωνοσ πετρου εισ εκ των δυο των ακουσαντων παρα ιωαννου και ακολουθησαντων αυτω
41Εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσσίαν — ὅ ἐστι μεθερμηνευόμενον, ὁ Χριστός.
41ευρισκει ουτοσ πρωτοσ τον αδελφον τον ιδιον σιμωνα και λεγει αυτω ευρηκαμεν τον μεσιαν ο εστιν μεθερμηνευομενον χριστοσ
42Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς — ὃ ἑρμηνεύεται Πέτρος.
42και ηγαγεν αυτον προσ τον ιησουν εμβλεψασ αυτω ο ιησουσ ειπεν συ ει σιμων ο υιοσ ιωνα συ κληθηση κηφασ ο ερμηνευεται πετροσ
43Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι.
43τη επαυριον ηθελησεν εξελθειν εισ την γαλιλαιαν και ευρισκει φιλιππον και λεγει αυτω ο ιησουσ ακολουθει μοι
44Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
44ην δε ο φιλιπποσ απο βηθσαιδα εκ τησ πολεωσ ανδρεου και πετρου
45Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.
45ευρισκει φιλιπποσ τον ναθαναηλ και λεγει αυτω ον εγραψεν μωσησ εν τω νομω και οι προφηται ευρηκαμεν ιησουν τον υιον του ιωσηφ τον απο ναζαρετ
46Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος, Ἔρχου καὶ ἴδε.
46και ειπεν αυτω ναθαναηλ εκ ναζαρετ δυναται τι αγαθον ειναι λεγει αυτω φιλιπποσ ερχου και ιδε
47Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι.
47ειδεν ο ιησουσ τον ναθαναηλ ερχομενον προσ αυτον και λεγει περι αυτου ιδε αληθωσ ισραηλιτησ εν ω δολοσ ουκ εστιν
48Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.
48λεγει αυτω ναθαναηλ ποθεν με γινωσκεισ απεκριθη ιησουσ και ειπεν αυτω προ του σε φιλιππον φωνησαι οντα υπο την συκην ειδον σε
49Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ, Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
49απεκριθη ναθαναηλ και λεγει αυτω ραββι συ ει ο υιοσ του θεου συ ει ο βασιλευσ του ισραηλ
50Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει.
50απεκριθη ιησουσ και ειπεν αυτω οτι ειπον σοι ειδον σε υποκατω τησ συκησ πιστευεισ μειζω τουτων οψει
51Καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
51και λεγει αυτω αμην αμην λεγω υμιν απ αρτι οψεσθε τον ουρανον ανεωγοτα και τουσ αγγελουσ του θεου αναβαινοντασ και καταβαινοντασ επι τον υιον του ανθρωπου
Tip: use the ← and → keys to turn chapters.