ΚΑΤΑ ΙΩΑΝΝΗΝ 3
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·
1ην δε ανθρωποσ εκ των φαρισαιων νικοδημοσ ονομα αυτω αρχων των ιουδαιων
2οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτός, καὶ εἶπεν αὐτῷ, Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾿ αὐτοῦ.
2ουτοσ ηλθεν προσ αυτον νυκτοσ και ειπεν αυτω ραββι οιδαμεν οτι απο θεου εληλυθασ διδασκαλοσ ουδεισ γαρ ταυτα τα σημεια δυναται ποιειν α συ ποιεισ εαν μη η ο θεοσ μετ αυτου
3Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.
3απεκριθη ο ιησουσ και ειπεν αυτω αμην αμην λεγω σοι εαν μη τισ γεννηθη ανωθεν ου δυναται ιδειν την βασιλειαν του θεου
4Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
4λεγει προσ αυτον ο νικοδημοσ πωσ δυναται ανθρωποσ γεννηθηναι γερων ων μη δυναται εισ την κοιλιαν τησ μητροσ αυτου δευτερον εισελθειν και γεννηθηναι
5Ἀπεκρίθη ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
5απεκριθη ιησουσ αμην αμην λεγω σοι εαν μη τισ γεννηθη εξ υδατοσ και πνευματοσ ου δυναται εισελθειν εισ την βασιλειαν του θεου
6Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι.
6το γεγεννημενον εκ τησ σαρκοσ σαρξ εστιν και το γεγεννημενον εκ του πνευματοσ πνευμα εστιν
7Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
7μη θαυμασησ οτι ειπον σοι δει υμασ γεννηθηναι ανωθεν
8Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.
8το πνευμα οπου θελει πνει και την φωνην αυτου ακουεισ αλλ ουκ οιδασ ποθεν ερχεται και που υπαγει ουτωσ εστιν πασ ο γεγεννημενοσ εκ του πνευματοσ
9Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι;
9απεκριθη νικοδημοσ και ειπεν αυτω πωσ δυναται ταυτα γενεσθαι
10Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις;
10απεκριθη ιησουσ και ειπεν αυτω συ ει ο διδασκαλοσ του ισραηλ και ταυτα ου γινωσκεισ
11Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
11αμην αμην λεγω σοι οτι ο οιδαμεν λαλουμεν και ο εωρακαμεν μαρτυρουμεν και την μαρτυριαν ημων ου λαμβανετε
12Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε;
12ει τα επιγεια ειπον υμιν και ου πιστευετε πωσ εαν ειπω υμιν τα επουρανια πιστευσετε
13Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ.
13και ουδεισ αναβεβηκεν εισ τον ουρανον ει μη ο εκ του ουρανου καταβασ ο υιοσ του ανθρωπου ο ων εν τω ουρανω
14Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου·
14και καθωσ μωσησ υψωσεν τον οφιν εν τη ερημω ουτωσ υψωθηναι δει τον υιον του ανθρωπου
15ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.
15ινα πασ ο πιστευων εισ αυτον μη αποληται αλλ εχη ζωην αιωνιον
16Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.
16ουτωσ γαρ ηγαπησεν ο θεοσ τον κοσμον ωστε τον υιον αυτου τον μονογενη εδωκεν ινα πασ ο πιστευων εισ αυτον μη αποληται αλλ εχη ζωην αιωνιον
17Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.
17ου γαρ απεστειλεν ο θεοσ τον υιον αυτου εισ τον κοσμον ινα κρινη τον κοσμον αλλ ινα σωθη ο κοσμοσ δι αυτου
18Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.
18ο πιστευων εισ αυτον ου κρινεται ο δε μη πιστευων ηδη κεκριται οτι μη πεπιστευκεν εισ το ονομα του μονογενουσ υιου του θεου
19Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα.
19αυτη δε εστιν η κρισισ οτι το φωσ εληλυθεν εισ τον κοσμον και ηγαπησαν οι ανθρωποι μαλλον το σκοτοσ η το φωσ ην γαρ πονηρα αυτων τα εργα
20Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.
20πασ γαρ ο φαυλα πρασσων μισει το φωσ και ουκ ερχεται προσ το φωσ ινα μη ελεγχθη τα εργα αυτου
21Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
21ο δε ποιων την αληθειαν ερχεται προσ το φωσ ινα φανερωθη αυτου τα εργα οτι εν θεω εστιν ειργασμενα
22Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβε μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν.
22μετα ταυτα ηλθεν ο ιησουσ και οι μαθηται αυτου εισ την ιουδαιαν γην και εκει διετριβεν μετ αυτων και εβαπτιζεν
23Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο.
23ην δε και ιωαννησ βαπτιζων εν αινων εγγυσ του σαλημ οτι υδατα πολλα ην εκει και παρεγινοντο και εβαπτιζοντο
24Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.
24ουπω γαρ ην βεβλημενοσ εισ την φυλακην ο ιωαννησ
25Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ.
25εγενετο ουν ζητησισ εκ των μαθητων ιωαννου μετα ιουδαιου περι καθαρισμου
26Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
26και ηλθον προσ τον ιωαννην και ειπον αυτω ραββι οσ ην μετα σου περαν του ιορδανου ω συ μεμαρτυρηκασ ιδε ουτοσ βαπτιζει και παντεσ ερχονται προσ αυτον
27Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
27απεκριθη ιωαννησ και ειπεν ου δυναται ανθρωποσ λαμβανειν ουδεν εαν μη η δεδομενον αυτω εκ του ουρανου
28Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον, Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾿ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
28αυτοι υμεισ μαρτυρειτε οτι ειπον ουκ ειμι εγω ο χριστοσ αλλ οτι απεσταλμενοσ ειμι εμπροσθεν εκεινου
29Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.
29ο εχων την νυμφην νυμφιοσ εστιν ο δε φιλοσ του νυμφιου ο εστηκωσ και ακουων αυτου χαρα χαιρει δια την φωνην του νυμφιου αυτη ουν η χαρα η εμη πεπληρωται
30Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
30εκεινον δει αυξανειν εμε δε ελαττουσθαι
31Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί.
31ο ανωθεν ερχομενοσ επανω παντων εστιν ο ων εκ τησ γησ εκ τησ γησ εστιν και εκ τησ γησ λαλει ο εκ του ουρανου ερχομενοσ επανω παντων εστιν
32Καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
32και ο εωρακεν και ηκουσεν τουτο μαρτυρει και την μαρτυριαν αυτου ουδεισ λαμβανει
33Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.
33ο λαβων αυτου την μαρτυριαν εσφραγισεν οτι ο θεοσ αληθησ εστιν
34Ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα.
34ον γαρ απεστειλεν ο θεοσ τα ρηματα του θεου λαλει ου γαρ εκ μετρου διδωσιν ο θεοσ το πνευμα
35Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
35ο πατηρ αγαπα τον υιον και παντα δεδωκεν εν τη χειρι αυτου
36Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾿ αὐτόν.
36ο πιστευων εισ τον υιον εχει ζωην αιωνιον ο δε απειθων τω υιω ουκ οψεται ζωην αλλ η οργη του θεου μενει επ αυτον
Tip: use the ← and → keys to turn chapters.