ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
1και τη ημερα τη τριτη γαμοσ εγενετο εν κανα τησ γαλιλαιασ και ην η μητηρ του ιησου εκει
2ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
2εκληθη δε και ο ιησουσ και οι μαθηται αυτου εισ τον γαμον
3Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, Οἶνον οὐκ ἔχουσι.
3και υστερησαντοσ οινου λεγει η μητηρ του ιησου προσ αυτον οινον ουκ εχουσιν
4Λέγει αὐτῇ ὁ Ἰησοῦς, Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.
4λεγει αυτη ο ιησουσ τι εμοι και σοι γυναι ουπω ηκει η ωρα μου
5Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.
5λεγει η μητηρ αυτου τοισ διακονοισ ο τι αν λεγη υμιν ποιησατε
6Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
6ησαν δε εκει υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων χωρουσαι ανα μετρητασ δυο η τρεισ
7Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
7λεγει αυτοισ ο ιησουσ γεμισατε τασ υδριασ υδατοσ και εγεμισαν αυτασ εωσ ανω
8Καὶ λέγει αὐτοῖς, Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν.
8και λεγει αυτοισ αντλησατε νυν και φερετε τω αρχιτρικλινω και ηνεγκαν
9Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν — οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ — φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος,
9ωσ δε εγευσατο ο αρχιτρικλινοσ το υδωρ οινον γεγενημενον και ουκ ηδει ποθεν εστιν οι δε διακονοι ηδεισαν οι ηντληκοτεσ το υδωρ φωνει τον νυμφιον ο αρχιτρικλινοσ
10καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
10και λεγει αυτω πασ ανθρωποσ πρωτον τον καλον οινον τιθησιν και οταν μεθυσθωσιν τοτε τον ελασσω συ τετηρηκασ τον καλον οινον εωσ αρτι
11Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
11ταυτην εποιησεν την αρχην των σημειων ο ιησουσ εν κανα τησ γαλιλαιασ και εφανερωσεν την δοξαν αυτου και επιστευσαν εισ αυτον οι μαθηται αυτου
12Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
12μετα τουτο κατεβη εισ καπερναουμ αυτοσ και η μητηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου και εκει εμειναν ου πολλασ ημερασ
13Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
13και εγγυσ ην το πασχα των ιουδαιων και ανεβη εισ ιεροσολυμα ο ιησουσ
14Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους.
14και ευρεν εν τω ιερω τουσ πωλουντασ βοασ και προβατα και περιστερασ και τουσ κερματιστασ καθημενουσ
15Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψε·
15και ποιησασ φραγελλιον εκ σχοινιων παντασ εξεβαλεν εκ του ιερου τα τε προβατα και τουσ βοασ και των κολλυβιστων εξεχεεν το κερμα και τασ τραπεζασ ανεστρεψεν
16καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
16και τοισ τασ περιστερασ πωλουσιν ειπεν αρατε ταυτα εντευθεν μη ποιειτε τον οικον του πατροσ μου οικον εμποριου
17Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.
17εμνησθησαν δε οι μαθηται αυτου οτι γεγραμμενον εστιν ο ζηλοσ του οικου σου καταφαγεται με
18Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
18απεκριθησαν ουν οι ιουδαιοι και ειπον αυτω τι σημειον δεικνυεισ ημιν οτι ταυτα ποιεισ
19Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
19απεκριθη ιησουσ και ειπεν αυτοισ λυσατε τον ναον τουτον και εν τρισιν ημεραισ εγερω αυτον
20Εἶπον οὖν οἱ Ἰουδαῖοι, Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
20ειπον ουν οι ιουδαιοι τεσσαρακοντα και εξ ετεσιν ωκοδομηθη ο ναοσ ουτοσ και συ εν τρισιν ημεραισ εγερεισ αυτον
21Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
21εκεινοσ δε ελεγεν περι του ναου του σωματοσ αυτου
22Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν αὐτοῖς· καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.
22οτε ουν ηγερθη εκ νεκρων εμνησθησαν οι μαθηται αυτου οτι τουτο ελεγεν και επιστευσαν τη γραφη και τω λογω ω ειπεν ο ιησουσ
23Ὡς δὲ ἦν ἐν Ἱεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.
23ωσ δε ην εν τοισ ιεροσολυμοισ εν τω πασχα εν τη εορτη πολλοι επιστευσαν εισ το ονομα αυτου θεωρουντεσ αυτου τα σημεια α εποιει
24Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας,
24αυτοσ δε ο ιησουσ ουκ επιστευεν εαυτον αυτοισ δια το αυτον γινωσκειν παντασ
25καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.
25και οτι ου χρειαν ειχεν ινα τισ μαρτυρηση περι του ανθρωπου αυτοσ γαρ εγινωσκεν τι ην εν τω ανθρωπω
Tip: use the ← and → keys to turn chapters.