ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε, Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε·
1ταυτα ελαλησεν ο ιησουσ και επηρεν τουσ οφθαλμουσ αυτου εισ τον ουρανον και ειπεν πατερ εληλυθεν η ωρα δοξασον σου τον υιον ινα και ο υιοσ σου δοξαση σε
2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.
2καθωσ εδωκασ αυτω εξουσιαν πασησ σαρκοσ ινα παν ο δεδωκασ αυτω δωσει αυτοισ ζωην αιωνιον
3Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
3αυτη δε εστιν η αιωνιοσ ζωη ινα γινωσκωσιν σε τον μονον αληθινον θεον και ον απεστειλασ ιησουν χριστον
4Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω.
4εγω σε εδοξασα επι τησ γησ το εργον ετελειωσα ο δεδωκασ μοι ινα ποιησω
5Καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
5και νυν δοξασον με συ πατερ παρα σεαυτω τη δοξη η ειχον προ του τον κοσμον ειναι παρα σοι
6Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ τὸν λόγον σου τετηρήκασι.
6εφανερωσα σου το ονομα τοισ ανθρωποισ ουσ δεδωκασ μοι εκ του κοσμου σοι ησαν και εμοι αυτουσ δεδωκασ και τον λογον σου τετηρηκασιν
7Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστιν·
7νυν εγνωκαν οτι παντα οσα δεδωκασ μοι παρα σου εστιν
8ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι, δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
8οτι τα ρηματα α δεδωκασ μοι δεδωκα αυτοισ και αυτοι ελαβον και εγνωσαν αληθωσ οτι παρα σου εξηλθον και επιστευσαν οτι συ με απεστειλασ
9Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι·
9εγω περι αυτων ερωτω ου περι του κοσμου ερωτω αλλα περι ων δεδωκασ μοι οτι σοι εισιν
10καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.
10και τα εμα παντα σα εστιν και τα σα εμα και δεδοξασμαι εν αυτοισ
11Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρός σε ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς.
11και ουκετι ειμι εν τω κοσμω και ουτοι εν τω κοσμω εισιν και εγω προσ σε ερχομαι πατερ αγιε τηρησον αυτουσ εν τω ονοματι σου ω δεδωκασ μοι ινα ωσιν εν καθωσ ημεισ
12Ὅτε ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
12οτε ημην μετ αυτων εν τω κοσμω εγω ετηρουν αυτουσ εν τω ονοματι σου ουσ δεδωκασ μοι εφυλαξα και ουδεισ εξ αυτων απωλετο ει μη ο υιοσ τησ απωλειασ ινα η γραφη πληρωθη
13Νῦν δὲ πρός σε ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.
13νυν δε προσ σε ερχομαι και ταυτα λαλω εν τω κοσμω ινα εχωσιν την χαραν την εμην πεπληρωμενην εν αυτοισ
14Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
14εγω δεδωκα αυτοισ τον λογον σου και ο κοσμοσ εμισησεν αυτουσ οτι ουκ εισιν εκ του κοσμου καθωσ εγω ουκ ειμι εκ του κοσμου
15Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾿ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
15ουκ ερωτω ινα αρησ αυτουσ εκ του κοσμου αλλ ινα τηρησησ αυτουσ εκ του πονηρου
16Ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί.
16εκ του κοσμου ουκ εισιν καθωσ εγω εκ του κοσμου ουκ ειμι
17Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι.
17αγιασον αυτουσ εν τη αληθεια σου ο λογοσ ο σοσ αληθεια εστιν
18Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον.
18καθωσ εμε απεστειλασ εισ τον κοσμον καγω απεστειλα αυτουσ εισ τον κοσμον
19Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ.
19και υπερ αυτων εγω αγιαζω εμαυτον ινα και αυτοι ωσιν ηγιασμενοι εν αληθεια
20Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευσόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·
20ου περι τουτων δε ερωτω μονον αλλα και περι των πιστευοντων δια του λογου αυτων εισ εμε
21ἵνα πάντες ἓν ὦσι· καθὼς σύ, πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας.
21ινα παντεσ εν ωσιν καθωσ συ πατερ εν εμοι καγω εν σοι ινα και αυτοι εν ημιν εν ωσιν ινα ο κοσμοσ πιστευση οτι συ με απεστειλασ
22Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν.
22και εγω την δοξαν ην δεδωκασ μοι δεδωκα αυτοισ ινα ωσιν εν καθωσ ημεισ εν εσμεν
23Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας.
23εγω εν αυτοισ και συ εν εμοι ινα ωσιν τετελειωμενοι εισ εν και ινα γινωσκη ο κοσμοσ οτι συ με απεστειλασ και ηγαπησασ αυτουσ καθωσ εμε ηγαπησασ
24Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ᾿ ἐμοῦ· ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
24πατερ ουσ δεδωκασ μοι θελω ινα οπου ειμι εγω κακεινοι ωσιν μετ εμου ινα θεωρωσιν την δοξαν την εμην ην εδωκασ μοι οτι ηγαπησασ με προ καταβολησ κοσμου
25Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας·
25πατερ δικαιε και ο κοσμοσ σε ουκ εγνω εγω δε σε εγνων και ουτοι εγνωσαν οτι συ με απεστειλασ
26καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.
26και εγνωρισα αυτοισ το ονομα σου και γνωρισω ινα η αγαπη ην ηγαπησασ με εν αυτοισ η καγω εν αυτοισ
Tip: use the ← and → keys to turn chapters.