ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 1
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ᾿ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν,
1παυλοσ αποστολοσ ιησου χριστου κατ επιταγην θεου σωτηροσ ημων και κυριου ιησου χριστου τησ ελπιδοσ ημων
2Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
2τιμοθεω γνησιω τεκνω εν πιστει χαρισ ελεοσ ειρηνη απο θεου πατροσ ημων και χριστου ιησου του κυριου ημων
3Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν,
3καθωσ παρεκαλεσα σε προσμειναι εν εφεσω πορευομενοσ εισ μακεδονιαν ινα παραγγειλησ τισιν μη ετεροδιδασκαλειν
4μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκοδομίαν Θεοῦ τὴν ἐν πίστει.
4μηδε προσεχειν μυθοισ και γενεαλογιαισ απεραντοισ αιτινεσ ζητησεισ παρεχουσιν μαλλον η οικονομιαν θεου την εν πιστει
5Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου·
5το δε τελοσ τησ παραγγελιασ εστιν αγαπη εκ καθαρασ καρδιασ και συνειδησεωσ αγαθησ και πιστεωσ ανυποκριτου
6ὧν τινὲς ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν,
6ων τινεσ αστοχησαντεσ εξετραπησαν εισ ματαιολογιαν
7θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.
7θελοντεσ ειναι νομοδιδασκαλοι μη νοουντεσ μητε α λεγουσιν μητε περι τινων διαβεβαιουνται
8Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται,
8οιδαμεν δε οτι καλοσ ο νομοσ εαν τισ αυτω νομιμωσ χρηται
9εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλῴαις καὶ μητραλῴαις, ἀνδροφόνοις,
9ειδωσ τουτο οτι δικαιω νομοσ ου κειται ανομοισ δε και ανυποτακτοισ ασεβεσιν και αμαρτωλοισ ανοσιοισ και βεβηλοισ πατρολωαισ και μητρολωαισ ανδροφονοισ
10πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται,
10πορνοισ αρσενοκοιταισ ανδραποδισταισ ψευσταισ επιορκοισ και ει τι ετερον τη υγιαινουση διδασκαλια αντικειται
11κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
11κατα το ευαγγελιον τησ δοξησ του μακαριου θεου ο επιστευθην εγω
12Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν,
12και χαριν εχω τω ενδυναμωσαντι με χριστω ιησου τω κυριω ημων οτι πιστον με ηγησατο θεμενοσ εισ διακονιαν
13τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·
13τον προτερον οντα βλασφημον και διωκτην και υβριστην αλλα ηλεηθην οτι αγνοων εποιησα εν απιστια
14ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
14υπερεπλεονασεν δε η χαρισ του κυριου ημων μετα πιστεωσ και αγαπησ τησ εν χριστω ιησου
15Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ·
15πιστοσ ο λογοσ και πασησ αποδοχησ αξιοσ οτι χριστοσ ιησουσ ηλθεν εισ τον κοσμον αμαρτωλουσ σωσαι ων πρωτοσ ειμι εγω
16ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον.
16αλλα δια τουτο ηλεηθην ινα εν εμοι πρωτω ενδειξηται ιησουσ χριστοσ την πασαν μακροθυμιαν προσ υποτυπωσιν των μελλοντων πιστευειν επ αυτω εισ ζωην αιωνιον
17Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
17τω δε βασιλει των αιωνων αφθαρτω αορατω μονω σοφω θεω τιμη και δοξα εισ τουσ αιωνασ των αιωνων αμην
18Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
18ταυτην την παραγγελιαν παρατιθεμαι σοι τεκνον τιμοθεε κατα τασ προαγουσασ επι σε προφητειασ ινα στρατευη εν αυταισ την καλην στρατειαν
19ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν·
19εχων πιστιν και αγαθην συνειδησιν ην τινεσ απωσαμενοι περι την πιστιν εναυαγησαν
20ὧν ἐστὶν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.
20ων εστιν υμεναιοσ και αλεξανδροσ ουσ παρεδωκα τω σατανα ινα παιδευθωσιν μη βλασφημειν
Tip: use the ← and → keys to turn chapters.