ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 4
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
1το δε πνευμα ρητωσ λεγει οτι εν υστεροισ καιροισ αποστησονται τινεσ τησ πιστεωσ προσεχοντεσ πνευμασιν πλανοισ και διδασκαλιαισ δαιμονιων
2ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,
2εν υποκρισει ψευδολογων κεκαυτηριασμενων την ιδιαν συνειδησιν
3κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
3κωλυοντων γαμειν απεχεσθαι βρωματων α ο θεοσ εκτισεν εισ μεταληψιν μετα ευχαριστιασ τοισ πιστοισ και επεγνωκοσιν την αληθειαν
4Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον·
4οτι παν κτισμα θεου καλον και ουδεν αποβλητον μετα ευχαριστιασ λαμβανομενον
5ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
5αγιαζεται γαρ δια λογου θεου και εντευξεωσ
6Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.
6ταυτα υποτιθεμενοσ τοισ αδελφοισ καλοσ εση διακονοσ ιησου χριστου εντρεφομενοσ τοισ λογοισ τησ πιστεωσ και τησ καλησ διδασκαλιασ η παρηκολουθηκασ
7Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
7τουσ δε βεβηλουσ και γραωδεισ μυθουσ παραιτου γυμναζε δε σεαυτον προσ ευσεβειαν
8ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
8η γαρ σωματικη γυμνασια προσ ολιγον εστιν ωφελιμοσ η δε ευσεβεια προσ παντα ωφελιμοσ εστιν επαγγελιαν εχουσα ζωησ τησ νυν και τησ μελλουσησ
9Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος.
9πιστοσ ο λογοσ και πασησ αποδοχησ αξιοσ
10Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
10εισ τουτο γαρ και κοπιωμεν και ονειδιζομεθα οτι ηλπικαμεν επι θεω ζωντι οσ εστιν σωτηρ παντων ανθρωπων μαλιστα πιστων
11Παράγγελλε ταῦτα καὶ δίδασκε.
11παραγγελλε ταυτα και διδασκε
12Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.
12μηδεισ σου τησ νεοτητοσ καταφρονειτω αλλα τυποσ γινου των πιστων εν λογω εν αναστροφη εν αγαπη εν πνευματι εν πιστει εν αγνεια
13Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
13εωσ ερχομαι προσεχε τη αναγνωσει τη παρακλησει τη διδασκαλια
14Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
14μη αμελει του εν σοι χαρισματοσ ο εδοθη σοι δια προφητειασ μετα επιθεσεωσ των χειρων του πρεσβυτεριου
15Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
15ταυτα μελετα εν τουτοισ ισθι ινα σου η προκοπη φανερα η εν πασιν
16Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
16επεχε σεαυτω και τη διδασκαλια επιμενε αυτοισ τουτο γαρ ποιων και σεαυτον σωσεισ και τουσ ακουοντασ σου
Tip: use the ← and → keys to turn chapters.