ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α
Chapter 1

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 1

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός,
1παυλοσ κλητοσ αποστολοσ ιησου χριστου δια θεληματοσ θεου και σωσθενησ ο αδελφοσ
2τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν τε καὶ ἡμῶν·
2τη εκκλησια του θεου τη ουση εν κορινθω ηγιασμενοισ εν χριστω ιησου κλητοισ αγιοισ συν πασιν τοισ επικαλουμενοισ το ονομα του κυριου ημων ιησου χριστου εν παντι τοπω αυτων τε και ημων
3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
3χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
4Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ·
4ευχαριστω τω θεω μου παντοτε περι υμων επι τη χαριτι του θεου τη δοθειση υμιν εν χριστω ιησου
5ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
5οτι εν παντι επλουτισθητε εν αυτω εν παντι λογω και παση γνωσει
6καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν·
6καθωσ το μαρτυριον του χριστου εβεβαιωθη εν υμιν
7ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
7ωστε υμασ μη υστερεισθαι εν μηδενι χαρισματι απεκδεχομενουσ την αποκαλυψιν του κυριου ημων ιησου χριστου
8ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους, ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
8οσ και βεβαιωσει υμασ εωσ τελουσ ανεγκλητουσ εν τη ημερα του κυριου ημων ιησου χριστου
9Πιστὸς ὁ Θεός, δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
9πιστοσ ο θεοσ δι ου εκληθητε εισ κοινωνιαν του υιου αυτου ιησου χριστου του κυριου ημων
10Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
10παρακαλω δε υμασ αδελφοι δια του ονοματοσ του κυριου ημων ιησου χριστου ινα το αυτο λεγητε παντεσ και μη η εν υμιν σχισματα ητε δε κατηρτισμενοι εν τω αυτω νοι και εν τη αυτη γνωμη
11Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι.
11εδηλωθη γαρ μοι περι υμων αδελφοι μου υπο των χλοησ οτι εριδεσ εν υμιν εισιν
12Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλώ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ.
12λεγω δε τουτο οτι εκαστοσ υμων λεγει εγω μεν ειμι παυλου εγω δε απολλω εγω δε κηφα εγω δε χριστου
13Μεμέρισται ὁ Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
13μεμερισται ο χριστοσ μη παυλοσ εσταυρωθη υπερ υμων η εισ το ονομα παυλου εβαπτισθητε
14Εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον·
14ευχαριστω τω θεω οτι ουδενα υμων εβαπτισα ει μη κρισπον και γαιον
15ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα.
15ινα μη τισ ειπη οτι εισ το εμον ονομα εβαπτισα
16Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
16εβαπτισα δε και τον στεφανα οικον λοιπον ουκ οιδα ει τινα αλλον εβαπτισα
17Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ᾿ εὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
17ου γαρ απεστειλεν με χριστοσ βαπτιζειν αλλ ευαγγελιζεσθαι ουκ εν σοφια λογου ινα μη κενωθη ο σταυροσ του χριστου
18Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι.
18ο λογοσ γαρ ο του σταυρου τοισ μεν απολλυμενοισ μωρια εστιν τοισ δε σωζομενοισ ημιν δυναμισ θεου εστιν
19Γέγραπται γάρ, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
19γεγραπται γαρ απολω την σοφιαν των σοφων και την συνεσιν των συνετων αθετησω
20Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;
20που σοφοσ που γραμματευσ που συζητητησ του αιωνοσ τουτου ουχι εμωρανεν ο θεοσ την σοφιαν του κοσμου τουτου
21Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
21επειδη γαρ εν τη σοφια του θεου ουκ εγνω ο κοσμοσ δια τησ σοφιασ τον θεον ευδοκησεν ο θεοσ δια τησ μωριασ του κηρυγματοσ σωσαι τουσ πιστευοντασ
22Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν·
22επειδη και ιουδαιοι σημειον αιτουσιν και ελληνεσ σοφιαν ζητουσιν
23ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν·
23ημεισ δε κηρυσσομεν χριστον εσταυρωμενον ιουδαιοισ μεν σκανδαλον ελλησιν δε μωριαν
24αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.
24αυτοισ δε τοισ κλητοισ ιουδαιοισ τε και ελλησιν χριστον θεου δυναμιν και θεου σοφιαν
25Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί.
25οτι το μωρον του θεου σοφωτερον των ανθρωπων εστιν και το ασθενεσ του θεου ισχυροτερον των ανθρωπων εστιν
26Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·
26βλεπετε γαρ την κλησιν υμων αδελφοι οτι ου πολλοι σοφοι κατα σαρκα ου πολλοι δυνατοι ου πολλοι ευγενεισ
27ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα τοὺς σοφοὺς καταισχύνῃ· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά·
27αλλα τα μωρα του κοσμου εξελεξατο ο θεοσ ινα τουσ σοφουσ καταισχυνη και τα ασθενη του κοσμου εξελεξατο ο θεοσ ινα καταισχυνη τα ισχυρα
28καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ·
28και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεοσ και τα μη οντα ινα τα οντα καταργηση
29ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ.
29οπωσ μη καυχησηται πασα σαρξ ενωπιον του θεου
30Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμός, καὶ ἀπολύτρωσις·
30εξ αυτου δε υμεισ εστε εν χριστω ιησου οσ εγενηθη ημιν σοφια απο θεου δικαιοσυνη τε και αγιασμοσ και απολυτρωσισ
31ἵνα, καθὼς γέγραπται, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.
31ινα καθωσ γεγραπται ο καυχωμενοσ εν κυριω καυχασθω

Tip: use the ← and → keys to turn chapters.