ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 9
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;
1ουκ ειμι αποστολοσ ουκ ειμι ελευθεροσ ουχι ιησουν χριστον τον κυριον ημων εωρακα ου το εργον μου υμεισ εστε εν κυριω
2Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.
2ει αλλοισ ουκ ειμι αποστολοσ αλλα γε υμιν ειμι η γαρ σφραγισ τησ εμησ αποστολησ υμεισ εστε εν κυριω
3Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί.
3η εμη απολογια τοισ εμε ανακρινουσιν αυτη εστιν
4Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν;
4μη ουκ εχομεν εξουσιαν φαγειν και πιειν
5Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς;
5μη ουκ εχομεν εξουσιαν αδελφην γυναικα περιαγειν ωσ και οι λοιποι αποστολοι και οι αδελφοι του κυριου και κηφασ
6Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;
6η μονοσ εγω και βαρναβασ ουκ εχομεν εξουσιαν του μη εργαζεσθαι
7Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
7τισ στρατευεται ιδιοισ οψωνιοισ ποτε τισ φυτευει αμπελωνα και εκ του καρπου αυτου ουκ εσθιει η τισ ποιμαινει ποιμνην και εκ του γαλακτοσ τησ ποιμνησ ουκ εσθιει
8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει;
8μη κατα ανθρωπον ταυτα λαλω η ουχι και ο νομοσ ταυτα λεγει
9Ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;
9εν γαρ τω μωυσεωσ νομω γεγραπται ου φιμωσεισ βουν αλοωντα μη των βοων μελει τω θεω
10Ἢ δι᾿ ἡμᾶς πάντως λέγει; Δι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι.
10η δι ημασ παντωσ λεγει δι ημασ γαρ εγραφη οτι επ ελπιδι οφειλει ο αροτριων αροτριαν και ο αλοων τησ ελπιδοσ αυτου μετεχειν επ ελπιδι
11Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
11ει ημεισ υμιν τα πνευματικα εσπειραμεν μεγα ει ημεισ υμων τα σαρκικα θερισομεν
12Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
12ει αλλοι τησ εξουσιασ υμων μετεχουσιν ου μαλλον ημεισ αλλ ουκ εχρησαμεθα τη εξουσια ταυτη αλλα παντα στεγομεν ινα μη εγκοπην τινα δωμεν τω ευαγγελιω του χριστου
13Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται;
13ουκ οιδατε οτι οι τα ιερα εργαζομενοι εκ του ιερου εσθιουσιν οι τω θυσιαστηριω προσεδρευοντεσ τω θυσιαστηριω συμμεριζονται
14Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν.
14ουτωσ και ο κυριοσ διεταξεν τοισ το ευαγγελιον καταγγελλουσιν εκ του ευαγγελιου ζην
15Ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων· οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ.
15εγω δε ουδενι εχρησαμην τουτων ουκ εγραψα δε ταυτα ινα ουτωσ γενηται εν εμοι καλον γαρ μοι μαλλον αποθανειν η το καυχημα μου ινα τισ κενωση
16Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοι ἐστίν, ἐὰν μὴ εὐαγγελίζωμαι.
16εαν γαρ ευαγγελιζωμαι ουκ εστιν μοι καυχημα αναγκη γαρ μοι επικειται ουαι δε μοι εστιν εαν μη ευαγγελιζωμαι
17Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
17ει γαρ εκων τουτο πρασσω μισθον εχω ει δε ακων οικονομιαν πεπιστευμαι
18Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
18τισ ουν μοι εστιν ο μισθοσ ινα ευαγγελιζομενοσ αδαπανον θησω το ευαγγελιον του χριστου εισ το μη καταχρησασθαι τη εξουσια μου εν τω ευαγγελιω
19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.
19ελευθεροσ γαρ ων εκ παντων πασιν εμαυτον εδουλωσα ινα τουσ πλειονασ κερδησω
20Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·
20και εγενομην τοισ ιουδαιοισ ωσ ιουδαιοσ ινα ιουδαιουσ κερδησω τοισ υπο νομον ωσ υπο νομον ινα τουσ υπο νομον κερδησω
21τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ ἀλλ᾿ ἔννομος Χριστῷ, ἵνα κερδήσω ἀνόμους.
21τοισ ανομοισ ωσ ανομοσ μη ων ανομοσ θεω αλλ εννομοσ χριστω ινα κερδησω ανομουσ
22Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.
22εγενομην τοισ ασθενεσιν ωσ ασθενησ ινα τουσ ασθενεισ κερδησω τοισ πασιν γεγονα τα παντα ινα παντωσ τινασ σωσω
23Τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
23τουτο δε ποιω δια το ευαγγελιον ινα συγκοινωνοσ αυτου γενωμαι
24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτω τρέχετε, ἵνα καταλάβητε.
24ουκ οιδατε οτι οι εν σταδιω τρεχοντεσ παντεσ μεν τρεχουσιν εισ δε λαμβανει το βραβειον ουτωσ τρεχετε ινα καταλαβητε
25Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
25πασ δε ο αγωνιζομενοσ παντα εγκρατευεται εκεινοι μεν ουν ινα φθαρτον στεφανον λαβωσιν ημεισ δε αφθαρτον
26Ἐγὼ τοίνυν οὕτω τρέχω ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων·
26εγω τοινυν ουτωσ τρεχω ωσ ουκ αδηλωσ ουτωσ πυκτευω ωσ ουκ αερα δερων
27ἀλλ᾿ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.
27αλλ υπωπιαζω μου το σωμα και δουλαγωγω μηπωσ αλλοισ κηρυξασ αυτοσ αδοκιμοσ γενωμαι
Tip: use the ← and → keys to turn chapters.