ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α
Chapter 4

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 4

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ.
1ουτωσ ημασ λογιζεσθω ανθρωποσ ωσ υπηρετασ χριστου και οικονομουσ μυστηριων θεου
2Ὃ δὲ λοιπόν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ.
2ο δε λοιπον ζητειται εν τοισ οικονομοισ ινα πιστοσ τισ ευρεθη
3Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾿ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾿ οὐδὲ ἐμαυτὸν ἀνακρίνω.
3εμοι δε εισ ελαχιστον εστιν ινα υφ υμων ανακριθω η υπο ανθρωπινησ ημερασ αλλ ουδε εμαυτον ανακρινω
4Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν.
4ουδεν γαρ εμαυτω συνοιδα αλλ ουκ εν τουτω δεδικαιωμαι ο δε ανακρινων με κυριοσ εστιν
5Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
5ωστε μη προ καιρου τι κρινετε εωσ αν ελθη ο κυριοσ οσ και φωτισει τα κρυπτα του σκοτουσ και φανερωσει τασ βουλασ των καρδιων και τοτε ο επαινοσ γενησεται εκαστω απο του θεου
6Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾿ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
6ταυτα δε αδελφοι μετεσχηματισα εισ εμαυτον και απολλω δι υμασ ινα εν ημιν μαθητε το μη υπερ ο γεγραπται φρονειν ινα μη εισ υπερ του ενοσ φυσιουσθε κατα του ετερου
7Τίς γάρ σε διακρίνει; Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
7τισ γαρ σε διακρινει τι δε εχεισ ο ουκ ελαβεσ ει δε και ελαβεσ τι καυχασαι ωσ μη λαβων
8Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
8ηδη κεκορεσμενοι εστε ηδη επλουτησατε χωρισ ημων εβασιλευσατε και οφελον γε εβασιλευσατε ινα και ημεισ υμιν συμβασιλευσωμεν
9Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις.
9δοκω γαρ οτι ο θεοσ ημασ τουσ αποστολουσ εσχατουσ απεδειξεν ωσ επιθανατιουσ οτι θεατρον εγενηθημεν τω κοσμω και αγγελοισ και ανθρωποισ
10Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
10ημεισ μωροι δια χριστον υμεισ δε φρονιμοι εν χριστω ημεισ ασθενεισ υμεισ δε ισχυροι υμεισ ενδοξοι ημεισ δε ατιμοι
11Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν,
11αχρι τησ αρτι ωρασ και πεινωμεν και διψωμεν και γυμνητευομεν και κολαφιζομεθα και αστατουμεν
12καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα·
12και κοπιωμεν εργαζομενοι ταισ ιδιαισ χερσιν λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα
13βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
13βλασφημουμενοι παρακαλουμεν ωσ περικαθαρματα του κοσμου εγενηθημεν παντων περιψημα εωσ αρτι
14Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.
14ουκ εντρεπων υμασ γραφω ταυτα αλλ ωσ τεκνα μου αγαπητα νουθετω
15Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
15εαν γαρ μυριουσ παιδαγωγουσ εχητε εν χριστω αλλ ου πολλουσ πατερασ εν γαρ χριστω ιησου δια του ευαγγελιου εγω υμασ εγεννησα
16Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
16παρακαλω ουν υμασ μιμηται μου γινεσθε
17Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
17δια τουτο επεμψα υμιν τιμοθεον οσ εστιν τεκνον μου αγαπητον και πιστον εν κυριω οσ υμασ αναμνησει τασ οδουσ μου τασ εν χριστω καθωσ πανταχου εν παση εκκλησια διδασκω
18Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες.
18ωσ μη ερχομενου δε μου προσ υμασ εφυσιωθησαν τινεσ
19Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.
19ελευσομαι δε ταχεωσ προσ υμασ εαν ο κυριοσ θεληση και γνωσομαι ου τον λογον των πεφυσιωμενων αλλα την δυναμιν
20Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾿ ἐν δυνάμει.
20ου γαρ εν λογω η βασιλεια του θεου αλλ εν δυναμει
21Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος;
21τι θελετε εν ραβδω ελθω προσ υμασ η εν αγαπη πνευματι τε πραοτητοσ

Tip: use the ← and → keys to turn chapters.