ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 3
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.
1και εγω αδελφοι ουκ ηδυνηθην υμιν λαλησαι ωσ πνευματικοισ αλλ ωσ σαρκικοισ ωσ νηπιοισ εν χριστω
2Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, ἀλλ᾿ οὔτε ἔτι νῦν δύνασθε·
2γαλα υμασ εποτισα και ου βρωμα ουπω γαρ εδυνασθε αλλ ουτε ετι νυν δυνασθε
3ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
3ετι γαρ σαρκικοι εστε οπου γαρ εν υμιν ζηλοσ και ερισ και διχοστασιαι ουχι σαρκικοι εστε και κατα ανθρωπον περιπατειτε
4Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε;
4οταν γαρ λεγη τισ εγω μεν ειμι παυλου ετεροσ δε εγω απολλω ουχι σαρκικοι εστε
5Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς, ἀλλ᾿ ἢ διάκονοι δι᾿ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;
5τισ ουν εστιν παυλοσ τισ δε απολλωσ αλλ η διακονοι δι ων επιστευσατε και εκαστω ωσ ο κυριοσ εδωκεν
6Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾿ ὁ Θεὸς ηὔξανεν.
6εγω εφυτευσα απολλωσ εποτισεν αλλ ο θεοσ ηυξανεν
7Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ᾿ ὁ αὐξάνων Θεός.
7ωστε ουτε ο φυτευων εστιν τι ουτε ο ποτιζων αλλ ο αυξανων θεοσ
8Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
8ο φυτευων δε και ο ποτιζων εν εισιν εκαστοσ δε τον ιδιον μισθον ληψεται κατα τον ιδιον κοπον
9Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
9θεου γαρ εσμεν συνεργοι θεου γεωργιον θεου οικοδομη εστε
10Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.
10κατα την χαριν του θεου την δοθεισαν μοι ωσ σοφοσ αρχιτεκτων θεμελιον τεθεικα αλλοσ δε εποικοδομει εκαστοσ δε βλεπετω πωσ εποικοδομει
11Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός.
11θεμελιον γαρ αλλον ουδεισ δυναται θειναι παρα τον κειμενον οσ εστιν ιησουσ χριστοσ
12Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
12ει δε τισ εποικοδομει επι τον θεμελιον τουτον χρυσον αργυρον λιθουσ τιμιουσ ξυλα χορτον καλαμην
13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
13εκαστου το εργον φανερον γενησεται η γαρ ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται και εκαστου το εργον οποιον εστιν το πυρ δοκιμασει
14Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται.
14ει τινοσ το εργον μενει ο εποικοδομησεν μισθον ληψεται
15Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
15ει τινοσ το εργον κατακαησεται ζημιωθησεται αυτοσ δε σωθησεται ουτωσ δε ωσ δια πυροσ
16Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
16ουκ οιδατε οτι ναοσ θεου εστε και το πνευμα του θεου οικει εν υμιν
17Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
17ει τισ τον ναον του θεου φθειρει φθερει τουτον ο θεοσ ο γαρ ναοσ του θεου αγιοσ εστιν οιτινεσ εστε υμεισ
18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.
18μηδεισ εαυτον εξαπατατω ει τισ δοκει σοφοσ ειναι εν υμιν εν τω αιωνι τουτω μωροσ γενεσθω ινα γενηται σοφοσ
19Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.
19η γαρ σοφια του κοσμου τουτου μωρια παρα τω θεω εστιν γεγραπται γαρ ο δρασσομενοσ τουσ σοφουσ εν τη πανουργια αυτων
20Καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
20και παλιν κυριοσ γινωσκει τουσ διαλογισμουσ των σοφων οτι εισιν ματαιοι
21Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
21ωστε μηδεισ καυχασθω εν ανθρωποισ παντα γαρ υμων εστιν
22εἴτε Παῦλος, εἴτε Ἀπολλώς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωή, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν,
22ειτε παυλοσ ειτε απολλωσ ειτε κηφασ ειτε κοσμοσ ειτε ζωη ειτε θανατοσ ειτε ενεστωτα ειτε μελλοντα παντα υμων εστιν
23ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.
23υμεισ δε χριστου χριστοσ δε θεου
Tip: use the ← and → keys to turn chapters.