ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α
Chapter 3

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 3

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.
1πιστοσ ο λογοσ ει τισ επισκοπησ ορεγεται καλου εργου επιθυμει
2Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν·
2δει ουν τον επισκοπον ανεπιληπτον ειναι μιασ γυναικοσ ανδρα νηφαλεον σωφρονα κοσμιον φιλοξενον διδακτικον
3μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ᾿ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον·
3μη παροινον μη πληκτην μη αισχροκερδη αλλ επιεικη αμαχον αφιλαργυρον
4τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.
4του ιδιου οικου καλωσ προισταμενον τεκνα εχοντα εν υποταγη μετα πασησ σεμνοτητοσ
5Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;
5ει δε τισ του ιδιου οικου προστηναι ουκ οιδεν πωσ εκκλησιασ θεου επιμελησεται
6Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
6μη νεοφυτον ινα μη τυφωθεισ εισ κριμα εμπεση του διαβολου
7Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
7δει δε αυτον και μαρτυριαν καλην εχειν απο των εξωθεν ινα μη εισ ονειδισμον εμπεση και παγιδα του διαβολου
8Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
8διακονουσ ωσαυτωσ σεμνουσ μη διλογουσ μη οινω πολλω προσεχοντασ μη αισχροκερδεισ
9ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
9εχοντασ το μυστηριον τησ πιστεωσ εν καθαρα συνειδησει
10Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες.
10και ουτοι δε δοκιμαζεσθωσαν πρωτον ειτα διακονειτωσαν ανεγκλητοι οντεσ
11Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσι.
11γυναικασ ωσαυτωσ σεμνασ μη διαβολουσ νηφαλεουσ πιστασ εν πασιν
12Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
12διακονοι εστωσαν μιασ γυναικοσ ανδρεσ τεκνων καλωσ προισταμενοι και των ιδιων οικων
13Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
13οι γαρ καλωσ διακονησαντεσ βαθμον εαυτοισ καλον περιποιουνται και πολλην παρρησιαν εν πιστει τη εν χριστω ιησου
14Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε τάχιον·
14ταυτα σοι γραφω ελπιζων ελθειν προσ σε ταχιον
15ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
15εαν δε βραδυνω ινα ειδησ πωσ δει εν οικω θεου αναστρεφεσθαι ητισ εστιν εκκλησια θεου ζωντοσ στυλοσ και εδραιωμα τησ αληθειασ
16Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.
16και ομολογουμενωσ μεγα εστιν το τησ ευσεβειασ μυστηριον θεοσ εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοισ εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανεληφθη εν δοξη

Tip: use the ← and → keys to turn chapters.