ΠΡΟΣ ΓΑΛΑΤΑΣ
Chapter 2

ΠΡΟΣ ΓΑΛΑΤΑΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 2

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον·
1επειτα δια δεκατεσσαρων ετων παλιν ανεβην εισ ιεροσολυμα μετα βαρναβα συμπαραλαβων και τιτον
2ἀνέβην δὲ κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ᾿ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
2ανεβην δε κατα αποκαλυψιν και ανεθεμην αυτοισ το ευαγγελιον ο κηρυσσω εν τοισ εθνεσιν κατ ιδιαν δε τοισ δοκουσιν μηπωσ εισ κενον τρεχω η εδραμον
3Ἀλλ᾿ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι·
3αλλ ουδε τιτοσ ο συν εμοι ελλην ων ηναγκασθη περιτμηθηναι
4διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται·
4δια δε τουσ παρεισακτουσ ψευδαδελφουσ οιτινεσ παρεισηλθον κατασκοπησαι την ελευθεριαν ημων ην εχομεν εν χριστω ιησου ινα ημασ καταδουλωσωνται
5οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
5οισ ουδε προσ ωραν ειξαμεν τη υποταγη ινα η αληθεια του ευαγγελιου διαμεινη προσ υμασ
6Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι — ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει — ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο·
6απο δε των δοκουντων ειναι τι οποιοι ποτε ησαν ουδεν μοι διαφερει προσωπον θεοσ ανθρωπου ου λαμβανει εμοι γαρ οι δοκουντεσ ουδεν προσανεθεντο
7ἀλλὰ τοὐναντίον, ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς —
7αλλα τουναντιον ιδοντεσ οτι πεπιστευμαι το ευαγγελιον τησ ακροβυστιασ καθωσ πετροσ τησ περιτομησ
8ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη —
8ο γαρ ενεργησασ πετρω εισ αποστολην τησ περιτομησ ενηργησεν και εμοι εισ τα εθνη
9καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
9και γνοντεσ την χαριν την δοθεισαν μοι ιακωβοσ και κηφασ και ιωαννησ οι δοκουντεσ στυλοι ειναι δεξιασ εδωκαν εμοι και βαρναβα κοινωνιασ ινα ημεισ μεν εισ τα εθνη αυτοι δε εισ την περιτομην
10μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
10μονον των πτωχων ινα μνημονευωμεν ο και εσπουδασα αυτο τουτο ποιησαι
11Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.
11οτε δε ηλθεν πετροσ εισ αντιοχειαν κατα προσωπον αυτω αντεστην οτι κατεγνωσμενοσ ην
12Πρὸ τοῦ γὰρ ἐλθεῖν τινὰς ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.
12προ του γαρ ελθειν τινασ απο ιακωβου μετα των εθνων συνησθιεν οτε δε ηλθον υπεστελλεν και αφωριζεν εαυτον φοβουμενοσ τουσ εκ περιτομησ
13Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
13και συνυπεκριθησαν αυτω και οι λοιποι ιουδαιοι ωστε και βαρναβασ συναπηχθη αυτων τη υποκρισει
14Ἀλλ᾿ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων, Εἰ σύ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;
14αλλ οτε ειδον οτι ουκ ορθοποδουσιν προσ την αληθειαν του ευαγγελιου ειπον τω πετρω εμπροσθεν παντων ει συ ιουδαιοσ υπαρχων εθνικωσ ζησ και ουκ ιουδαικωσ τι τα εθνη αναγκαζεισ ιουδαιζειν
15Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,
15ημεισ φυσει ιουδαιοι και ουκ εξ εθνων αμαρτωλοι
16εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου· διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.
16ειδοτεσ οτι ου δικαιουται ανθρωποσ εξ εργων νομου εαν μη δια πιστεωσ ιησου χριστου και ημεισ εισ χριστον ιησουν επιστευσαμεν ινα δικαιωθωμεν εκ πιστεωσ χριστου και ουκ εξ εργων νομου διοτι ου δικαιωθησεται εξ εργων νομου πασα σαρξ
17Εἰ δέ, ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο.
17ει δε ζητουντεσ δικαιωθηναι εν χριστω ευρεθημεν και αυτοι αμαρτωλοι αρα χριστοσ αμαρτιασ διακονοσ μη γενοιτο
18Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.
18ει γαρ α κατελυσα ταυτα παλιν οικοδομω παραβατην εμαυτον συνιστημι
19Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.
19εγω γαρ δια νομου νομω απεθανον ινα θεω ζησω
20Χριστῷ συνεσταύρωμαι· ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
20χριστω συνεσταυρωμαι ζω δε ουκετι εγω ζη δε εν εμοι χριστοσ ο δε νυν ζω εν σαρκι εν πιστει ζω τη του υιου του θεου του αγαπησαντοσ με και παραδοντοσ εαυτον υπερ εμου
21Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
21ουκ αθετω την χαριν του θεου ει γαρ δια νομου δικαιοσυνη αρα χριστοσ δωρεαν απεθανεν

Tip: use the ← and → keys to turn chapters.