ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς.
1αδελφοι εαν και προληφθη ανθρωποσ εν τινι παραπτωματι υμεισ οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραοτητοσ σκοπων σεαυτον μη και συ πειρασθησ
2Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
2αλληλων τα βαρη βασταζετε και ουτωσ αναπληρωσατε τον νομον του χριστου
3Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ·
3ει γαρ δοκει τισ ειναι τι μηδεν ων εαυτον φρεναπατα
4τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.
4το δε εργον εαυτου δοκιμαζετω εκαστοσ και τοτε εισ εαυτον μονον το καυχημα εξει και ουκ εισ τον ετερον
5Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
5εκαστοσ γαρ το ιδιον φορτιον βαστασει
6Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.
6κοινωνειτω δε ο κατηχουμενοσ τον λογον τω κατηχουντι εν πασιν αγαθοισ
7Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.
7μη πλανασθε θεοσ ου μυκτηριζεται ο γαρ εαν σπειρη ανθρωποσ τουτο και θερισει
8Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
8οτι ο σπειρων εισ την σαρκα εαυτου εκ τησ σαρκοσ θερισει φθοραν ο δε σπειρων εισ το πνευμα εκ του πνευματοσ θερισει ζωην αιωνιον
9Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι.
9το δε καλον ποιουντεσ μη εκκακωμεν καιρω γαρ ιδιω θερισομεν μη εκλυομενοι
10Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
10αρα ουν ωσ καιρον εχομεν εργαζωμεθα το αγαθον προσ παντασ μαλιστα δε προσ τουσ οικειουσ τησ πιστεωσ
11Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.
11ιδετε πηλικοισ υμιν γραμμασιν εγραψα τη εμη χειρι
12Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.
12οσοι θελουσιν ευπροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμασ περιτεμνεσθαι μονον ινα μη τω σταυρω του χριστου διωκωνται
13Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
13ουδε γαρ οι περιτετμημενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμασ περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησωνται
14Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.
14εμοι δε μη γενοιτο καυχασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμοσ εσταυρωται καγω τω κοσμω
15Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
15εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα καινη κτισισ
16Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾿ αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
16και οσοι τω κανονι τουτω στοιχησουσιν ειρηνη επ αυτουσ και ελεοσ και επι τον ισραηλ του θεου
17Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
17του λοιπου κοπουσ μοι μηδεισ παρεχετω εγω γαρ τα στιγματα του κυριου ιησου εν τω σωματι μου βασταζω
18Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.
18η χαρισ του κυριου ημων ιησου χριστου μετα του πνευματοσ υμων αδελφοι αμην
Tip: use the ← and → keys to turn chapters.