ΠΕΤΡΟΥ Α
Chapter 5

ΠΕΤΡΟΥ Α

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΕΤΡΟΥ Α 5

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·
1πρεσβυτερουσ τουσ εν υμιν παρακαλω ο συμπρεσβυτεροσ και μαρτυσ των του χριστου παθηματων ο και τησ μελλουσησ αποκαλυπτεσθαι δοξησ κοινωνοσ
2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ᾿ ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως·
2ποιμανατε το εν υμιν ποιμνιον του θεου επισκοπουντεσ μη αναγκαστωσ αλλ εκουσιωσ μηδε αισχροκερδωσ αλλα προθυμωσ
3μηδ᾿ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.
3μηδε ωσ κατακυριευοντεσ των κληρων αλλα τυποι γινομενοι του ποιμνιου
4Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
4και φανερωθεντοσ του αρχιποιμενοσ κομιεισθε τον αμαραντινον τησ δοξησ στεφανον
5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
5ομοιωσ νεωτεροι υποταγητε πρεσβυτεροισ παντεσ δε αλληλοισ υποτασσομενοι την ταπεινοφροσυνην εγκομβωσασθε οτι ο θεοσ υπερηφανοισ αντιτασσεται ταπεινοισ δε διδωσιν χαριν
6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
6ταπεινωθητε ουν υπο την κραταιαν χειρα του θεου ινα υμασ υψωση εν καιρω
7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ᾿ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
7πασαν την μεριμναν υμων επιρριψαντεσ επ αυτον οτι αυτω μελει περι υμων
8Νήψατε, γρηγορήσατε· ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ·
8νηψατε γρηγορησατε ο αντιδικοσ υμων διαβολοσ ωσ λεων ωρυομενοσ περιπατει ζητων τινα καταπιη
9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
9ω αντιστητε στερεοι τη πιστει ειδοτεσ τα αυτα των παθηματων τη εν κοσμω υμων αδελφοτητι επιτελεισθαι
10Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ὀλίγον παθόντας αὐτὸς καταρτίσαι ὑμᾶς, στηρίξαι, σθενώσαι, θεμελιώσαι.
10ο δε θεοσ πασησ χαριτοσ ο καλεσασ υμασ εισ την αιωνιον αυτου δοξαν εν χριστω ιησου ολιγον παθοντασ αυτοσ καταρτισαι υμασ στηριξει σθενωσει θεμελιωσει
11Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
11αυτω η δοξα και το κρατοσ εισ τουσ αιωνασ των αιωνων αμην
12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾿ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν ἑστήκατε.
12δια σιλουανου υμιν του πιστου αδελφου ωσ λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εισ ην εστηκατε
13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου.
13ασπαζεται υμασ η εν βαβυλωνι συνεκλεκτη και μαρκοσ ο υιοσ μου
14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.
14ασπασασθε αλληλουσ εν φιληματι αγαπησ ειρηνη υμιν πασιν τοισ εν χριστω ιησου αμην

Tip: use the ← and → keys to turn chapters.