ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 11
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου.
1οφελον ανειχεσθε μου μικρον τη αφροσυνη αλλα και ανεχεσθε μου
2Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.
2ζηλω γαρ υμασ θεου ζηλω ηρμοσαμην γαρ υμασ ενι ανδρι παρθενον αγνην παραστησαι τω χριστω
3Φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν.
3φοβουμαι δε μηπωσ ωσ ο οφισ ευαν εξηπατησεν εν τη πανουργια αυτου ουτωσ φθαρη τα νοηματα υμων απο τησ απλοτητοσ τησ εισ τον χριστον
4Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε.
4ει μεν γαρ ο ερχομενοσ αλλον ιησουν κηρυσσει ον ουκ εκηρυξαμεν η πνευμα ετερον λαμβανετε ο ουκ ελαβετε η ευαγγελιον ετερον ο ουκ εδεξασθε καλωσ ηνειχεσθε
5Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων.
5λογιζομαι γαρ μηδεν υστερηκεναι των υπερ λιαν αποστολων
6Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾿ οὐ τῇ γνώσει· ἀλλ᾿ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.
6ει δε και ιδιωτησ τω λογω αλλ ου τη γνωσει αλλ εν παντι φανερωθεντεσ εν πασιν εισ υμασ
7Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;
7η αμαρτιαν εποιησα εμαυτον ταπεινων ινα υμεισ υψωθητε οτι δωρεαν το του θεου ευαγγελιον ευηγγελισαμην υμιν
8Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν·
8αλλασ εκκλησιασ εσυλησα λαβων οψωνιον προσ την υμων διακονιαν
9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω.
9και παρων προσ υμασ και υστερηθεισ ου κατεναρκησα ουδενοσ το γαρ υστερημα μου προσανεπληρωσαν οι αδελφοι ελθοντεσ απο μακεδονιασ και εν παντι αβαρη υμιν εμαυτον ετηρησα και τηρησω
10Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί, ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας.
10εστιν αληθεια χριστου εν εμοι οτι η καυχησισ αυτη ου φραγησεται εισ εμε εν τοισ κλιμασιν τησ αχαιασ
11Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν.
11δια τι οτι ουκ αγαπω υμασ ο θεοσ οιδεν
12Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.
12ο δε ποιω και ποιησω ινα εκκοψω την αφορμην των θελοντων αφορμην ινα εν ω καυχωνται ευρεθωσιν καθωσ και ημεισ
13Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
13οι γαρ τοιουτοι ψευδαποστολοι εργαται δολιοι μετασχηματιζομενοι εισ αποστολουσ χριστου
14Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
14και ου θαυμαστον αυτοσ γαρ ο σατανασ μετασχηματιζεται εισ αγγελον φωτοσ
15Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
15ου μεγα ουν ει και οι διακονοι αυτου μετασχηματιζονται ωσ διακονοι δικαιοσυνησ ων το τελοσ εσται κατα τα εργα αυτων
16Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα μικρόν τι κἀγὼ καυχήσωμαι.
16παλιν λεγω μη τισ με δοξη αφρονα ειναι ει δε μηγε καν ωσ αφρονα δεξασθε με ινα καγω μικρον τι καυχησωμαι
17Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ᾿ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
17ο λαλω ου λαλω κατα κυριον αλλ ωσ εν αφροσυνη εν ταυτη τη υποστασει τησ καυχησεωσ
18Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι.
18επει πολλοι καυχωνται κατα την σαρκα καγω καυχησομαι
19Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες.
19ηδεωσ γαρ ανεχεσθε των αφρονων φρονιμοι οντεσ
20Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει.
20ανεχεσθε γαρ ει τισ υμασ καταδουλοι ει τισ κατεσθιει ει τισ λαμβανει ει τισ επαιρεται ει τισ υμασ εισ προσωπον δερει
21Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν· ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ — ἐν ἀφροσύνῃ λέγω — τολμῶ κἀγώ.
21κατα ατιμιαν λεγω ωσ οτι ημεισ ησθενησαμεν εν ω δ αν τισ τολμα εν αφροσυνη λεγω τολμω καγω
22Ἑβραῖοί εἰσι; Κἀγώ. Ἰσραηλῖταί εἰσι; Κἀγώ. Σπέρμα Ἀβραάμ εἰσι; Κἀγώ.
22εβραιοι εισιν καγω ισραηλιται εισιν καγω σπερμα αβρααμ εισιν καγω
23Διάκονοι Χριστοῦ εἰσι; — παραφρονῶν λαλῶ — Ὑπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις,
23διακονοι χριστου εισιν παραφρονων λαλω υπερ εγω εν κοποισ περισσοτερωσ εν πληγαισ υπερβαλλοντωσ εν φυλακαισ περισσοτερωσ εν θανατοισ πολλακισ
24ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον.
24υπο ιουδαιων πεντακισ τεσσαρακοντα παρα μιαν ελαβον
25Τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
25τρισ εραβδισθην απαξ ελιθασθην τρισ εναυαγησα νυχθημερον εν τω βυθω πεποιηκα
26ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις·
26οδοιποριαισ πολλακισ κινδυνοισ ποταμων κινδυνοισ ληστων κινδυνοισ εκ γενουσ κινδυνοισ εξ εθνων κινδυνοισ εν πολει κινδυνοισ εν ερημια κινδυνοισ εν θαλασση κινδυνοισ εν ψευδαδελφοισ
27ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι.
27εν κοπω και μοχθω εν αγρυπνιαισ πολλακισ εν λιμω και διψει εν νηστειαισ πολλακισ εν ψυχει και γυμνοτητι
28Χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς μου ἡ καθ᾿ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
28χωρισ των παρεκτοσ η επισυστασισ μου η καθ ημεραν η μεριμνα πασων των εκκλησιων
29Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
29τισ ασθενει και ουκ ασθενω τισ σκανδαλιζεται και ουκ εγω πυρουμαι
30Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
30ει καυχασθαι δει τα τησ ασθενειασ μου καυχησομαι
31Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
31ο θεοσ και πατηρ του κυριου ιησου χριστου οιδεν ο ων ευλογητοσ εισ τουσ αιωνασ οτι ου ψευδομαι
32Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων·
32εν δαμασκω ο εθναρχησ αρετα του βασιλεωσ εφρουρει την δαμασκηνων πολιν πιασαι με θελων
33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
33και δια θυριδοσ εν σαργανη εχαλασθην δια του τειχουσ και εξεφυγον τασ χειρασ αυτου
Tip: use the ← and → keys to turn chapters.