ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 6
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς —
1συνεργουντεσ δε και παρακαλουμεν μη εισ κενον την χαριν του θεου δεξασθαι υμασ
2λέγει γάρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδού, νῦν ἡμέρα σωτηρίας —
2λεγει γαρ καιρω δεκτω επηκουσα σου και εν ημερα σωτηριασ εβοηθησα σοι ιδου νυν καιροσ ευπροσδεκτοσ ιδου νυν ημερα σωτηριασ
3μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία·
3μηδεμιαν εν μηδενι διδοντεσ προσκοπην ινα μη μωμηθη η διακονια
4ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
4αλλ εν παντι συνιστωντεσ εαυτουσ ωσ θεου διακονοι εν υπομονη πολλη εν θλιψεσιν εν αναγκαισ εν στενοχωριαισ
5ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις,
5εν πληγαισ εν φυλακαισ εν ακαταστασιαισ εν κοποισ εν αγρυπνιαισ εν νηστειαισ
6ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,
6εν αγνοτητι εν γνωσει εν μακροθυμια εν χρηστοτητι εν πνευματι αγιω εν αγαπη ανυποκριτω
7ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,
7εν λογω αληθειασ εν δυναμει θεου δια των οπλων τησ δικαιοσυνησ των δεξιων και αριστερων
8διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς·
8δια δοξησ και ατιμιασ δια δυσφημιασ και ευφημιασ ωσ πλανοι και αληθεισ
9ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες, καὶ ἰδού, ζῶμεν· ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι·
9ωσ αγνοουμενοι και επιγινωσκομενοι ωσ αποθνησκοντεσ και ιδου ζωμεν ωσ παιδευομενοι και μη θανατουμενοι
10ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
10ωσ λυπουμενοι αει δε χαιροντεσ ωσ πτωχοι πολλουσ δε πλουτιζοντεσ ωσ μηδεν εχοντεσ και παντα κατεχοντεσ
11Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται.
11το στομα ημων ανεωγεν προσ υμασ κορινθιοι η καρδια ημων πεπλατυνται
12Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.
12ου στενοχωρεισθε εν ημιν στενοχωρεισθε δε εν τοισ σπλαγχνοισ υμων
13Τὴν δὲ αὐτὴν ἀντιμισθίαν — ὡς τέκνοις λέγω — πλατύνθητε καὶ ὑμεῖς.
13την δε αυτην αντιμισθιαν ωσ τεκνοισ λεγω πλατυνθητε και υμεισ
14Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;
14μη γινεσθε ετεροζυγουντεσ απιστοισ τισ γαρ μετοχη δικαιοσυνη και ανομια τισ δε κοινωνια φωτι προσ σκοτοσ
15Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
15τισ δε συμφωνησισ χριστω προσ βελιαρ η τισ μερισ πιστω μετα απιστου
16Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
16τισ δε συγκαταθεσισ ναω θεου μετα ειδωλων υμεισ γαρ ναοσ θεου εστε ζωντοσ καθωσ ειπεν ο θεοσ οτι ενοικησω εν αυτοισ και εμπεριπατησω και εσομαι αυτων θεοσ και αυτοι εσονται μοι λαοσ
17Διό, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς,
17διο εξελθετε εκ μεσου αυτων και αφορισθητε λεγει κυριοσ και ακαθαρτου μη απτεσθε καγω εισδεξομαι υμασ
18καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.
18και εσομαι υμιν εισ πατερα και υμεισ εσεσθε μοι εισ υιουσ και θυγατερασ λεγει κυριοσ παντοκρατωρ
Tip: use the ← and → keys to turn chapters.