ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν·
1δια τουτο εχοντεσ την διακονιαν ταυτην καθωσ ηλεηθημεν ουκ εκκακουμεν
2ἀλλ᾿ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ.
2αλλα απειπαμεθα τα κρυπτα τησ αισχυνησ μη περιπατουντεσ εν πανουργια μηδε δολουντεσ τον λογον του θεου αλλα τη φανερωσει τησ αληθειασ συνιστωντεσ εαυτουσ προσ πασαν συνειδησιν ανθρωπων ενωπιον του θεου
3Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον·
3ει δε και εστιν κεκαλυμμενον το ευαγγελιον ημων εν τοισ απολλυμενοισ εστιν κεκαλυμμενον
4ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.
4εν οισ ο θεοσ του αιωνοσ τουτου ετυφλωσεν τα νοηματα των απιστων εισ το μη αυγασαι αυτοισ τον φωτισμον του ευαγγελιου τησ δοξησ του χριστου οσ εστιν εικων του θεου
5Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
5ου γαρ εαυτουσ κηρυσσομεν αλλα χριστον ιησουν κυριον εαυτουσ δε δουλουσ υμων δια ιησουν
6Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.
6οτι ο θεοσ ο ειπων εκ σκοτουσ φωσ λαμψαι οσ ελαμψεν εν ταισ καρδιαισ ημων προσ φωτισμον τησ γνωσεωσ τησ δοξησ του θεου εν προσωπω ιησου χριστου
7Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν·
7εχομεν δε τον θησαυρον τουτον εν οστρακινοισ σκευεσιν ινα η υπερβολη τησ δυναμεωσ η του θεου και μη εξ ημων
8ἐν παντὶ θλιβόμενοι, ἀλλ᾿ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾿ οὐκ ἐξαπορούμενοι·
8εν παντι θλιβομενοι αλλ ου στενοχωρουμενοι απορουμενοι αλλ ουκ εξαπορουμενοι
9διωκόμενοι, ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾿ οὐκ ἀπολλύμενοι·
9διωκομενοι αλλ ουκ εγκαταλειπομενοι καταβαλλομενοι αλλ ουκ απολλυμενοι
10πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.
10παντοτε την νεκρωσιν του κυριου ιησου εν τω σωματι περιφεροντεσ ινα και η ζωη του ιησου εν τω σωματι ημων φανερωθη
11Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
11αει γαρ ημεισ οι ζωντεσ εισ θανατον παραδιδομεθα δια ιησουν ινα και η ζωη του ιησου φανερωθη εν τη θνητη σαρκι ημων
12Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
12ωστε ο μεν θανατοσ εν ημιν ενεργειται η δε ζωη εν υμιν
13Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν·
13εχοντεσ δε το αυτο πνευμα τησ πιστεωσ κατα το γεγραμμενον επιστευσα διο ελαλησα και ημεισ πιστευομεν διο και λαλουμεν
14εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν.
14ειδοτεσ οτι ο εγειρασ τον κυριον ιησουν και ημασ δια ιησου εγερει και παραστησει συν υμιν
15Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
15τα γαρ παντα δι υμασ ινα η χαρισ πλεονασασα δια των πλειονων την ευχαριστιαν περισσευση εισ την δοξαν του θεου
16Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾿ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾿ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
16διο ουκ εκκακουμεν αλλ ει και ο εξω ημων ανθρωποσ διαφθειρεται αλλ ο εσωθεν ανακαινουται ημερα και ημερα
17Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,
17το γαρ παραυτικα ελαφρον τησ θλιψεωσ ημων καθ υπερβολην εισ υπερβολην αιωνιον βαροσ δοξησ κατεργαζεται ημιν
18μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
18μη σκοπουντων ημων τα βλεπομενα αλλα τα μη βλεπομενα τα γαρ βλεπομενα προσκαιρα τα δε μη βλεπομενα αιωνια
Tip: use the ← and → keys to turn chapters.