ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 5
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.
1οιδαμεν γαρ οτι εαν η επιγειοσ ημων οικια του σκηνουσ καταλυθη οικοδομην εκ θεου εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοισ ουρανοισ
2Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες·
2και γαρ εν τουτω στεναζομεν το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντεσ
3εἴγε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα.
3ειγε και ενδυσαμενοι ου γυμνοι ευρεθησομεθα
4Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· ἐφ᾿ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾿ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
4και γαρ οι οντεσ εν τω σκηνει στεναζομεν βαρουμενοι εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι ινα καταποθη το θνητον υπο τησ ζωησ
5Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.
5ο δε κατεργασαμενοσ ημασ εισ αυτο τουτο θεοσ ο και δουσ ημιν τον αρραβωνα του πνευματοσ
6Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου —
6θαρρουντεσ ουν παντοτε και ειδοτεσ οτι ενδημουντεσ εν τω σωματι εκδημουμεν απο του κυριου
7διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους —
7δια πιστεωσ γαρ περιπατουμεν ου δια ειδουσ
8θαρροῦμεν δέ, καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.
8θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματοσ και ενδημησαι προσ τον κυριον
9Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
9διο και φιλοτιμουμεθα ειτε ενδημουντεσ ειτε εκδημουντεσ ευαρεστοι αυτω ειναι
10Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε κακόν.
10τουσ γαρ παντασ ημασ φανερωθηναι δει εμπροσθεν του βηματοσ του χριστου ινα κομισηται εκαστοσ τα δια του σωματοσ προσ α επραξεν ειτε αγαθον ειτε κακον
11Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
11ειδοτεσ ουν τον φοβον του κυριου ανθρωπουσ πειθομεν θεω δε πεφανερωμεθα ελπιζω δε και εν ταισ συνειδησεσιν υμων πεφανερωσθαι
12Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ.
12ου γαρ παλιν εαυτουσ συνιστανομεν υμιν αλλα αφορμην διδοντεσ υμιν καυχηματοσ υπερ ημων ινα εχητε προσ τουσ εν προσωπω καυχωμενουσ και ου καρδια
13Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.
13ειτε γαρ εξεστημεν θεω ειτε σωφρονουμεν υμιν
14Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον·
14η γαρ αγαπη του χριστου συνεχει ημασ κριναντασ τουτο οτι ει εισ υπερ παντων απεθανεν αρα οι παντεσ απεθανον
15καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
15και υπερ παντων απεθανεν ινα οι ζωντεσ μηκετι εαυτοισ ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι
16Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
16ωστε ημεισ απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει δε και εγνωκαμεν κατα σαρκα χριστον αλλα νυν ουκετι γινωσκομεν
17Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονε καινὰ τὰ πάντα.
17ωστε ει τισ εν χριστω καινη κτισισ τα αρχαια παρηλθεν ιδου γεγονεν καινα τα παντα
18Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς·
18τα δε παντα εκ του θεου του καταλλαξαντοσ ημασ εαυτω δια ιησου χριστου και δοντοσ ημιν την διακονιαν τησ καταλλαγησ
19ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
19ωσ οτι θεοσ ην εν χριστω κοσμον καταλλασσων εαυτω μη λογιζομενοσ αυτοισ τα παραπτωματα αυτων και θεμενοσ εν ημιν τον λογον τησ καταλλαγησ
20Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.
20υπερ χριστου ουν πρεσβευομεν ωσ του θεου παρακαλουντοσ δι ημων δεομεθα υπερ χριστου καταλλαγητε τω θεω
21Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γινώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.
21τον γαρ μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν ινα ημεισ γενωμεθα δικαιοσυνη θεου εν αυτω
Tip: use the ← and → keys to turn chapters.