ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 5
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Old Persian Version (ترجمه قدیم)
1Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.
1زیرا میدانیم که هرگاه این خانه زمینی خیمه ما ریخته شود، عمارتی از خداداریم، خانهای ناساخته شده بهدستها و جاودانی در آسمانها.
2Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες·
2زیرا که در این هم آه میکشیم، چونکه مشتاق هستیم که خانه خود را که ازآسمان است بپوشیم،
3εἴγε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα.
3اگر فی الواقع پوشیده و نه عریان یافت شویم.
4Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· ἐφ᾿ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾿ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
4از آنرو که ما نیز که در این خیمه هستیم، گرانبار شده، آه میکشیم، از آن جهت که نمی خواهیم این را بیرون کنیم، بلکه آن را بپوشیم تا فانی در حیات غرق شود.
5Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.
5اما او که ما را برای این درست ساخت خدا است که بیعانه روح را به ما میدهد.
6Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου —
6پس دائم خاطرجمع هستیم و میدانیم که مادامی که در بدن متوطنیم، از خداوند غریب میباشیم.
7διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους —
7(زیرا که به ایمان رفتار میکنیم نه به دیدار)
8θαρροῦμεν δέ, καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.
8پس خاطرجمع هستیم و این را بیشترمی پسندیم که از بدن غربت کنیم و به نزد خداوندمتوطن شویم.
9Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
9لهذا حریص هستیم بر اینکه خواه متوطن و خواه غریب، پسندیده او باشیم.
10Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε κακόν.
10زیرا لازم است که همه ما پیش مسند مسیح حاضر شویم تا هرکس اعمال بدنی خود را بیابد، بحسب آنچه کرده باشد، چه نیک چه بد.
11Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
11پس چون ترس خدا را دانستهایم، مردم رادعوت میکنیم. اما به خدا ظاهر شدهایم و امیدوارم به ضمایر شما هم ظاهر خواهیم شد.
12Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ.
12زیرا بار دیگر برای خود به شما سفارش نمی کنیم، بلکه سبب افتخار درباره خود به شمامی دهیم تا شما را جوابی باشد برای آنانی که درظاهر نه در دل فخر میکنند.
13Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.
13زیرا اگر بیخودهستیم برای خداست و اگر هشیاریم برای شمااست.
14Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον·
14زیرا محبت مسیح ما را فرو گرفته است، چونکه این را دریافتیم که یک نفر برای همه مردپس همه مردند.
15καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
15و برای همه مرد تا آنانی که زندهاند، از این به بعد برای خویشتن زیست نکنندبلکه برای او که برای ایشان مرد و برخاست.
16Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
16بنابراین، ما بعد از این هیچکس را بحسب جسم نمی شناسیم، بلکه هرگاه مسیح را هم بحسب جسم شناخته بودیم، الان دیگر او رانمی شناسیم.
17Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονε καινὰ τὰ πάντα.
17پس اگر کسی در مسیح باشد، خلقت تازهای است؛ چیزهای کهنه درگذشت، اینک همهچیز تازه شده است.
18Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς·
18و همهچیز ازخدا که ما را بواسطه عیسی مسیح با خود مصالحه داده و خدمت مصالحه را به ما سپرده است.
19ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
19یعنیاینکه خدا در مسیح بود و جهان را باخود مصالحه میداد و خطایای ایشان را بدیشان محسوب نداشت و کلام مصالحه را به ما سپرد.
20Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.
20پس برای مسیح ایلچی هستیم که گویا خدا به زبان ما وعظ میکند. پس بخاطر مسیح استدعامی کنیم که با خدا مصالحه کنید.
21Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γινώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.
21زیرا او را که گناه نشناخت در راه ما گناه ساخت تا ما در وی عدالت خدا شویم.
Tip: use the ← and → keys to turn chapters.