ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα;
1τι ουν ερουμεν αβρααμ τον πατερα ημων ευρηκεναι κατα σαρκα
2Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾿ οὐ πρὸς τὸν Θεόν.
2ει γαρ αβρααμ εξ εργων εδικαιωθη εχει καυχημα αλλ ου προσ τον θεον
3Τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
3τι γαρ η γραφη λεγει επιστευσεν δε αβρααμ τω θεω και ελογισθη αυτω εισ δικαιοσυνην
4Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ τὸ ὀφείλημα.
4τω δε εργαζομενω ο μισθοσ ου λογιζεται κατα χαριν αλλα κατα οφειλημα
5Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην.
5τω δε μη εργαζομενω πιστευοντι δε επι τον δικαιουντα τον ασεβη λογιζεται η πιστισ αυτου εισ δικαιοσυνην
6Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων,
6καθαπερ και δαυιδ λεγει τον μακαρισμον του ανθρωπου ω ο θεοσ λογιζεται δικαιοσυνην χωρισ εργων
7Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
7μακαριοι ων αφεθησαν αι ανομιαι και ων επεκαλυφθησαν αι αμαρτιαι
8Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.
8μακαριοσ ανηρ ω ου μη λογισηται κυριοσ αμαρτιαν
9Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομήν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.
9ο μακαρισμοσ ουν ουτοσ επι την περιτομην η και επι την ακροβυστιαν λεγομεν γαρ οτι ελογισθη τω αβρααμ η πιστισ εισ δικαιοσυνην
10Πῶς οὖν ἐλογίσθη; Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ᾿ ἐν ἀκροβυστίᾳ·
10πωσ ουν ελογισθη εν περιτομη οντι η εν ακροβυστια ουκ εν περιτομη αλλ εν ακροβυστια
11καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ· εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι᾿ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην·
11και σημειον ελαβεν περιτομησ σφραγιδα τησ δικαιοσυνησ τησ πιστεωσ τησ εν τη ακροβυστια εισ το ειναι αυτον πατερα παντων των πιστευοντων δι ακροβυστιασ εισ το λογισθηναι και αυτοισ την δικαιοσυνην
12καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν τῇ ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
12και πατερα περιτομησ τοισ ουκ εκ περιτομησ μονον αλλα και τοισ στοιχουσιν τοισ ιχνεσιν τησ πιστεωσ τησ εν τη ακροβυστια του πατροσ ημων αβρααμ
13Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως.
13ου γαρ δια νομου η επαγγελια τω αβρααμ η τω σπερματι αυτου το κληρονομον αυτον ειναι του κοσμου αλλα δια δικαιοσυνησ πιστεωσ
14Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία·
14ει γαρ οι εκ νομου κληρονομοι κεκενωται η πιστισ και κατηργηται η επαγγελια
15ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις.
15ο γαρ νομοσ οργην κατεργαζεται ου γαρ ουκ εστιν νομοσ ουδε παραβασισ
16Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν —
16δια τουτο εκ πιστεωσ ινα κατα χαριν εισ το ειναι βεβαιαν την επαγγελιαν παντι τω σπερματι ου τω εκ του νομου μονον αλλα και τω εκ πιστεωσ αβρααμ οσ εστιν πατηρ παντων ημων
17καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε — κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζῳοποιοῦντος τοὺς νεκρούς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.
17καθωσ γεγραπται οτι πατερα πολλων εθνων τεθεικα σε κατεναντι ου επιστευσεν θεου του ζωοποιουντοσ τουσ νεκρουσ και καλουντοσ τα μη οντα ωσ οντα
18Ὃς παρ᾿ ἐλπίδα ἐπ᾿ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου.
18οσ παρ ελπιδα επ ελπιδι επιστευσεν εισ το γενεσθαι αυτον πατερα πολλων εθνων κατα το ειρημενον ουτωσ εσται το σπερμα σου
19Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον — ἑκατονταέτης που ὑπάρχων — καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας·
19και μη ασθενησασ τη πιστει ου κατενοησεν το εαυτου σωμα ηδη νενεκρωμενον εκατονταετησ που υπαρχων και την νεκρωσιν τησ μητρασ σαρρασ
20εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾿ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ,
20εισ δε την επαγγελιαν του θεου ου διεκριθη τη απιστια αλλ ενεδυναμωθη τη πιστει δουσ δοξαν τω θεω
21καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι.
21και πληροφορηθεισ οτι ο επηγγελται δυνατοσ εστιν και ποιησαι
22Διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
22διο και ελογισθη αυτω εισ δικαιοσυνην
23Οὐκ ἐγράφη δὲ δι᾿ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ·
23ουκ εγραφη δε δι αυτον μονον οτι ελογισθη αυτω
24ἀλλὰ καὶ δι᾿ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν,
24αλλα και δι ημασ οισ μελλει λογιζεσθαι τοισ πιστευουσιν επι τον εγειραντα ιησουν τον κυριον ημων εκ νεκρων
25ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.
25οσ παρεδοθη δια τα παραπτωματα ημων και ηγερθη δια την δικαιωσιν ημων
Tip: use the ← and → keys to turn chapters.