ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 14

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 14

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
1τον δε ασθενουντα τη πιστει προσλαμβανεσθε μη εισ διακρισεισ διαλογισμων
2Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
2οσ μεν πιστευει φαγειν παντα ο δε ασθενων λαχανα εσθιει
3Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο.
3ο εσθιων τον μη εσθιοντα μη εξουθενειτω και ο μη εσθιων τον εσθιοντα μη κρινετω ο θεοσ γαρ αυτον προσελαβετο
4Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.
4συ τισ ει ο κρινων αλλοτριον οικετην τω ιδιω κυριω στηκει η πιπτει σταθησεται δε δυνατοσ γαρ εστιν ο θεοσ στησαι αυτον
5Ὃς μὲν κρίνει ἡμέραν παρ᾿ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.
5οσ μεν κρινει ημεραν παρ ημεραν οσ δε κρινει πασαν ημεραν εκαστοσ εν τω ιδιω νοι πληροφορεισθω
6Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Ὁ ἐσθίων Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.
6ο φρονων την ημεραν κυριω φρονει και ο μη φρονων την ημεραν κυριω ου φρονει και ο εσθιων κυριω εσθιει ευχαριστει γαρ τω θεω και ο μη εσθιων κυριω ουκ εσθιει και ευχαριστει τω θεω
7Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει.
7ουδεισ γαρ ημων εαυτω ζη και ουδεισ εαυτω αποθνησκει
8Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνῄσκωμεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ Κυρίου ἐσμέν.
8εαν τε γαρ ζωμεν τω κυριω ζωμεν εαν τε αποθνησκωμεν τω κυριω αποθνησκομεν εαν τε ουν ζωμεν εαν τε αποθνησκωμεν του κυριου εσμεν
9Εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἀνέζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
9εισ τουτο γαρ χριστοσ και απεθανεν και ανεστη και εζησεν ινα και νεκρων και ζωντων κυριευση
10Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ.
10συ δε τι κρινεισ τον αδελφον σου η και συ τι εξουθενεισ τον αδελφον σου παντεσ γαρ παραστησομεθα τω βηματι του χριστου
11Γέγραπται γάρ, Ζῶ ἐγώ, λέγει Κύριος· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ.
11γεγραπται γαρ ζω εγω λεγει κυριοσ οτι εμοι καμψει παν γονυ και πασα γλωσσα εξομολογησεται τω θεω
12Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ.
12αρα ουν εκαστοσ ημων περι εαυτου λογον δωσει τω θεω
13Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
13μηκετι ουν αλληλουσ κρινωμεν αλλα τουτο κρινατε μαλλον το μη τιθεναι προσκομμα τω αδελφω η σκανδαλον
14Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι᾿ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
14οιδα και πεπεισμαι εν κυριω ιησου οτι ουδεν κοινον δι αυτου ει μη τω λογιζομενω τι κοινον ειναι εκεινω κοινον
15Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε.
15ει δε δια βρωμα ο αδελφοσ σου λυπειται ουκετι κατα αγαπην περιπατεισ μη τω βρωματι σου εκεινον απολλυε υπερ ου χριστοσ απεθανεν
16Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν·
16μη βλασφημεισθω ουν υμων το αγαθον
17οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.
17ου γαρ εστιν η βασιλεια του θεου βρωσισ και ποσισ αλλα δικαιοσυνη και ειρηνη και χαρα εν πνευματι αγιω
18Ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις.
18ο γαρ εν τουτοισ δουλευων τω χριστω ευαρεστοσ τω θεω και δοκιμοσ τοισ ανθρωποισ
19Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
19αρα ουν τα τησ ειρηνησ διωκωμεν και τα τησ οικοδομησ τησ εισ αλληλουσ
20Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
20μη ενεκεν βρωματοσ καταλυε το εργον του θεου παντα μεν καθαρα αλλα κακον τω ανθρωπω τω δια προσκομματοσ εσθιοντι
21Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ.
21καλον το μη φαγειν κρεα μηδε πιειν οινον μηδε εν ω ο αδελφοσ σου προσκοπτει η σκανδαλιζεται η ασθενει
22Σὺ πίστιν ἔχεις; Κατὰ σαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.
22συ πιστιν εχεισ κατα σεαυτον εχε ενωπιον του θεου μακαριοσ ο μη κρινων εαυτον εν ω δοκιμαζει
23Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.
23ο δε διακρινομενοσ εαν φαγη κατακεκριται οτι ουκ εκ πιστεωσ παν δε ο ουκ εκ πιστεωσ αμαρτια εστιν
no verse 24 in this text
24τω δε δυναμενω υμασ στηριξαι κατα το ευαγγελιον μου και το κηρυγμα ιησου χριστου κατα αποκαλυψιν μυστηριου χρονοισ αιωνιοισ σεσιγημενου
no verse 25 in this text
25φανερωθεντοσ δε νυν δια τε γραφων προφητικων κατ επιταγην του αιωνιου θεου εισ υπακοην πιστεωσ εισ παντα τα εθνη γνωρισθεντοσ
no verse 26 in this text
26μονω σοφω θεω δια ιησου χριστου ω η δοξα εισ τουσ αιωνασ αμην

Tip: use the ← and → keys to turn chapters.