ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν.
1αδελφοι η μεν ευδοκια τησ εμησ καρδιασ και η δεησισ η προσ τον θεον υπερ του ισραηλ εστιν εισ σωτηριαν
2Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν.
2μαρτυρω γαρ αυτοισ οτι ζηλον θεου εχουσιν αλλ ου κατ επιγνωσιν
3Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
3αγνοουντεσ γαρ την του θεου δικαιοσυνην και την ιδιαν δικαιοσυνην ζητουντεσ στησαι τη δικαιοσυνη του θεου ουχ υπεταγησαν
4Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
4τελοσ γαρ νομου χριστοσ εισ δικαιοσυνην παντι τω πιστευοντι
5Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.
5μωυσησ γαρ γραφει την δικαιοσυνην την εκ του νομου οτι ο ποιησασ αυτα ανθρωποσ ζησεται εν αυτοισ
6Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; — τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν —
6η δε εκ πιστεωσ δικαιοσυνη ουτωσ λεγει μη ειπησ εν τη καρδια σου τισ αναβησεται εισ τον ουρανον τουτ εστιν χριστον καταγαγειν
7ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; — τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
7η τισ καταβησεται εισ την αβυσσον τουτ εστιν χριστον εκ νεκρων αναγαγειν
8Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾿ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν·
8αλλα τι λεγει εγγυσ σου το ρημα εστιν εν τω στοματι σου και εν τη καρδια σου τουτ εστιν το ρημα τησ πιστεωσ ο κηρυσσομεν
9ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
9οτι εαν ομολογησησ εν τω στοματι σου κυριον ιησουν και πιστευσησ εν τη καρδια σου οτι ο θεοσ αυτον ηγειρεν εκ νεκρων σωθηση
10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
10καρδια γαρ πιστευεται εισ δικαιοσυνην στοματι δε ομολογειται εισ σωτηριαν
11Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται.
11λεγει γαρ η γραφη πασ ο πιστευων επ αυτω ου καταισχυνθησεται
12Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.
12ου γαρ εστιν διαστολη ιουδαιου τε και ελληνοσ ο γαρ αυτοσ κυριοσ παντων πλουτων εισ παντασ τουσ επικαλουμενουσ αυτον
13Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
13πασ γαρ οσ αν επικαλεσηται το ονομα κυριου σωθησεται
14Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος;
14πωσ ουν επικαλεσονται εισ ον ουκ επιστευσαν πωσ δε πιστευσουσιν ου ουκ ηκουσαν πωσ δε ακουσουσιν χωρισ κηρυσσοντοσ
15Πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.
15πωσ δε κηρυξουσιν εαν μη αποσταλωσιν καθωσ γεγραπται ωσ ωραιοι οι ποδεσ των ευαγγελιζομενων ειρηνην των ευαγγελιζομενων τα αγαθα
16Ἀλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
16αλλ ου παντεσ υπηκουσαν τω ευαγγελιω ησαιασ γαρ λεγει κυριε τισ επιστευσεν τη ακοη ημων
17Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.
17αρα η πιστισ εξ ακοησ η δε ακοη δια ρηματοσ θεου
18Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
18αλλα λεγω μη ουκ ηκουσαν μενουνγε εισ πασαν την γην εξηλθεν ο φθογγοσ αυτων και εισ τα περατα τησ οικουμενησ τα ρηματα αυτων
19Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος Μωσῆς λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
19αλλα λεγω μη ουκ εγνω ισραηλ πρωτοσ μωυσησ λεγει εγω παραζηλωσω υμασ επ ουκ εθνει επι εθνει ασυνετω παροργιω υμασ
20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.
20ησαιασ δε αποτολμα και λεγει ευρεθην τοισ εμε μη ζητουσιν εμφανησ εγενομην τοισ εμε μη επερωτωσιν
21Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
21προσ δε τον ισραηλ λεγει ολην την ημεραν εξεπετασα τασ χειρασ μου προσ λαον απειθουντα και αντιλεγοντα
Tip: use the ← and → keys to turn chapters.