ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 15

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
1οφειλομεν δε ημεισ οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν και μη εαυτοισ αρεσκειν
2Ἕκαστος γὰρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
2εκαστοσ ημων τω πλησιον αρεσκετω εισ το αγαθον προσ οικοδομην
3Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ.
3και γαρ ο χριστοσ ουχ εαυτω ηρεσεν αλλα καθωσ γεγραπται οι ονειδισμοι των ονειδιζοντων σε επεπεσον επ εμε
4Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
4οσα γαρ προεγραφη εισ την ημετεραν διδασκαλιαν προεγραφη ινα δια τησ υπομονησ και δια τησ παρακλησεωσ των γραφων την ελπιδα εχωμεν
5Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν·
5ο δε θεοσ τησ υπομονησ και τησ παρακλησεωσ δωη υμιν το αυτο φρονειν εν αλληλοισ κατα χριστον ιησουν
6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
6ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων ιησου χριστου
7Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς, εἰς δόξαν Θεοῦ.
7διο προσλαμβανεσθε αλληλουσ καθωσ και ο χριστοσ προσελαβετο υμασ εισ δοξαν θεου
8Λέγω δέ, Ἰησοῦν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων·
8λεγω δε χριστον ιησουν διακονον γεγενησθαι περιτομησ υπερ αληθειασ θεου εισ το βεβαιωσαι τασ επαγγελιασ των πατερων
9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται, Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ.
9τα δε εθνη υπερ ελεουσ δοξασαι τον θεον καθωσ γεγραπται δια τουτο εξομολογησομαι σοι εν εθνεσιν και τω ονοματι σου ψαλω
10Καὶ πάλιν λέγει, Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
10και παλιν λεγει ευφρανθητε εθνη μετα του λαου αυτου
11Καὶ πάλιν, Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
11και παλιν αινειτε τον κυριον παντα τα εθνη και επαινεσατε αυτον παντεσ οι λαοι
12Καὶ πάλιν Ἠσαΐας λέγει, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
12και παλιν ησαιασ λεγει εσται η ριζα του ιεσσαι και ο ανισταμενοσ αρχειν εθνων επ αυτω εθνη ελπιουσιν
13Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει πνεύματος ἁγίου.
13ο δε θεοσ τησ ελπιδοσ πληρωσαι υμασ πασησ χαρασ και ειρηνησ εν τω πιστευειν εισ το περισσευειν υμασ εν τη ελπιδι εν δυναμει πνευματοσ αγιου
14Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.
14πεπεισμαι δε αδελφοι μου και αυτοσ εγω περι υμων οτι και αυτοι μεστοι εστε αγαθωσυνησ πεπληρωμενοι πασησ γνωσεωσ δυναμενοι και αλλουσ νουθετειν
15Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ,
15τολμηροτερον δε εγραψα υμιν αδελφοι απο μερουσ ωσ επαναμιμνησκων υμασ δια την χαριν την δοθεισαν μοι υπο του θεου
16εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.
16εισ το ειναι με λειτουργον ιησου χριστου εισ τα εθνη ιερουργουντα το ευαγγελιον του θεου ινα γενηται η προσφορα των εθνων ευπροσδεκτοσ ηγιασμενη εν πνευματι αγιω
17Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς Θεόν.
17εχω ουν καυχησιν εν χριστω ιησου τα προσ τον θεον
18Οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾿ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,
18ου γαρ τολμησω λαλειν τι ων ου κατειργασατο χριστοσ δι εμου εισ υπακοην εθνων λογω και εργω
19ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος Θεοῦ· ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ·
19εν δυναμει σημειων και τερατων εν δυναμει πνευματοσ θεου ωστε με απο ιερουσαλημ και κυκλω μεχρι του ιλλυρικου πεπληρωκεναι το ευαγγελιον του χριστου
20οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾿ ἀλλότριον θεμέλιον οἰκοδομῶ·
20ουτωσ δε φιλοτιμουμενον ευαγγελιζεσθαι ουχ οπου ωνομασθη χριστοσ ινα μη επ αλλοτριον θεμελιον οικοδομω
21ἀλλά, καθὼς γέγραπται, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.
21αλλα καθωσ γεγραπται οισ ουκ ανηγγελη περι αυτου οψονται και οι ουκ ακηκοασιν συνησουσιν
22Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς·
22διο και ενεκοπτομην τα πολλα του ελθειν προσ υμασ
23νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν,
23νυνι δε μηκετι τοπον εχων εν τοισ κλιμασιν τουτοισ επιποθιαν δε εχων του ελθειν προσ υμασ απο πολλων ετων
24ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
24ωσ εαν πορευωμαι εισ την σπανιαν ελευσομαι προσ υμασ ελπιζω γαρ διαπορευομενοσ θεασασθαι υμασ και υφ υμων προπεμφθηναι εκει εαν υμων πρωτον απο μερουσ εμπλησθω
25Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ, διακονῶν τοῖς ἁγίοις.
25νυνι δε πορευομαι εισ ιερουσαλημ διακονων τοισ αγιοισ
26Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.
26ευδοκησαν γαρ μακεδονια και αχαια κοινωνιαν τινα ποιησασθαι εισ τουσ πτωχουσ των αγιων των εν ιερουσαλημ
27Εὐδόκησαν γάρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
27ευδοκησαν γαρ και οφειλεται αυτων εισιν ει γαρ τοισ πνευματικοισ αυτων εκοινωνησαν τα εθνη οφειλουσιν και εν τοισ σαρκικοισ λειτουργησαι αυτοισ
28Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾿ ὑμῶν εἰς τὴν Σπανίαν.
28τουτο ουν επιτελεσασ και σφραγισαμενοσ αυτοισ τον καρπον τουτον απελευσομαι δι υμων εισ την σπανιαν
29Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.
29οιδα δε οτι ερχομενοσ προσ υμασ εν πληρωματι ευλογιασ του ευαγγελιου του χριστου ελευσομαι
30Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν·
30παρακαλω δε υμασ αδελφοι δια του κυριου ημων ιησου χριστου και δια τησ αγαπησ του πνευματοσ συναγωνισασθαι μοι εν ταισ προσευχαισ υπερ εμου προσ τον θεον
31ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις·
31ινα ρυσθω απο των απειθουντων εν τη ιουδαια και ινα η διακονια μου η εισ ιερουσαλημ ευπροσδεκτοσ γενηται τοισ αγιοισ
32ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν.
32ινα εν χαρα ελθω προσ υμασ δια θεληματοσ θεου και συναναπαυσωμαι υμιν
33Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.
33ο δε θεοσ τησ ειρηνησ μετα παντων υμων αμην

Tip: use the ← and → keys to turn chapters.