ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 6

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 6

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τί οὖν ἐροῦμεν; Ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ;
1τι ουν ερουμεν επιμενομεν τη αμαρτια ινα η χαρισ πλεοναση
2Μὴ γένοιτο. Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;
2μη γενοιτο οιτινεσ απεθανομεν τη αμαρτια πωσ ετι ζησομεν εν αυτη
3Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
3η αγνοειτε οτι οσοι εβαπτισθημεν εισ χριστον ιησουν εισ τον θανατον αυτου εβαπτισθημεν
4Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
4συνεταφημεν ουν αυτω δια του βαπτισματοσ εισ τον θανατον ινα ωσπερ ηγερθη χριστοσ εκ νεκρων δια τησ δοξησ του πατροσ ουτωσ και ημεισ εν καινοτητι ζωησ περιπατησωμεν
5Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·
5ει γαρ συμφυτοι γεγοναμεν τω ομοιωματι του θανατου αυτου αλλα και τησ αναστασεωσ εσομεθα
6τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
6τουτο γινωσκοντεσ οτι ο παλαιοσ ημων ανθρωποσ συνεσταυρωθη ινα καταργηθη το σωμα τησ αμαρτιασ του μηκετι δουλευειν ημασ τη αμαρτια
7ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
7ο γαρ αποθανων δεδικαιωται απο τησ αμαρτιασ
8Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ·
8ει δε απεθανομεν συν χριστω πιστευομεν οτι και συζησομεν αυτω
9εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
9ειδοτεσ οτι χριστοσ εγερθεισ εκ νεκρων ουκετι αποθνησκει θανατοσ αυτου ουκετι κυριευει
10Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.
10ο γαρ απεθανεν τη αμαρτια απεθανεν εφαπαξ ο δε ζη ζη τω θεω
11Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
11ουτωσ και υμεισ λογιζεσθε εαυτουσ νεκρουσ μεν ειναι τη αμαρτια ζωντασ δε τω θεω εν χριστω ιησου τω κυριω ημων
12Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ·
12μη ουν βασιλευετω η αμαρτια εν τω θνητω υμων σωματι εισ το υπακουειν αυτη εν ταισ επιθυμιαισ αυτου
13μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ.
13μηδε παριστανετε τα μελη υμων οπλα αδικιασ τη αμαρτια αλλα παραστησατε εαυτουσ τω θεω ωσ εκ νεκρων ζωντασ και τα μελη υμων οπλα δικαιοσυνησ τω θεω
14Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾿ ὑπὸ χάριν.
14αμαρτια γαρ υμων ου κυριευσει ου γαρ εστε υπο νομον αλλ υπο χαριν
15Τί οὖν; Ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ᾿ ὑπὸ χάριν; Μὴ γένοιτο.
15τι ουν αμαρτησομεν οτι ουκ εσμεν υπο νομον αλλ υπο χαριν μη γενοιτο
16Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην;
16ουκ οιδατε οτι ω παριστανετε εαυτουσ δουλουσ εισ υπακοην δουλοι εστε ω υπακουετε ητοι αμαρτιασ εισ θανατον η υπακοησ εισ δικαιοσυνην
17Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς·
17χαρισ δε τω θεω οτι ητε δουλοι τησ αμαρτιασ υπηκουσατε δε εκ καρδιασ εισ ον παρεδοθητε τυπον διδαχησ
18ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.
18ελευθερωθεντεσ δε απο τησ αμαρτιασ εδουλωθητε τη δικαιοσυνη
19Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
19ανθρωπινον λεγω δια την ασθενειαν τησ σαρκοσ υμων ωσπερ γαρ παρεστησατε τα μελη υμων δουλα τη ακαθαρσια και τη ανομια εισ την ανομιαν ουτωσ νυν παραστησατε τα μελη υμων δουλα τη δικαιοσυνη εισ αγιασμον
20Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
20οτε γαρ δουλοι ητε τησ αμαρτιασ ελευθεροι ητε τη δικαιοσυνη
21Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; Τὸ γὰρ τέλος ἐκείνων θάνατος.
21τινα ουν καρπον ειχετε τοτε εφ οισ νυν επαισχυνεσθε το γαρ τελοσ εκεινων θανατοσ
22Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
22νυνι δε ελευθερωθεντεσ απο τησ αμαρτιασ δουλωθεντεσ δε τω θεω εχετε τον καρπον υμων εισ αγιασμον το δε τελοσ ζωην αιωνιον
23Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
23τα γαρ οψωνια τησ αμαρτιασ θανατοσ το δε χαρισμα του θεου ζωη αιωνιοσ εν χριστω ιησου τω κυριω ημων

Tip: use the ← and → keys to turn chapters.