ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ,
1αληθειαν λεγω εν χριστω ου ψευδομαι συμμαρτυρουσησ μοι τησ συνειδησεωσ μου εν πνευματι αγιω
2ὅτι λύπη μοι ἐστὶ μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.
2οτι λυπη μοι εστιν μεγαλη και αδιαλειπτοσ οδυνη τη καρδια μου
3Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα·
3ευχομην γαρ αυτοσ εγω αναθεμα ειναι απο του χριστου υπερ των αδελφων μου των συγγενων μου κατα σαρκα
4οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,
4οιτινεσ εισιν ισραηλιται ων η υιοθεσια και η δοξα και αι διαθηκαι και η νομοθεσια και η λατρεια και αι επαγγελιαι
5ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
5ων οι πατερεσ και εξ ων ο χριστοσ το κατα σαρκα ο ων επι παντων θεοσ ευλογητοσ εισ τουσ αιωνασ αμην
6Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ·
6ουχ οιον δε οτι εκπεπτωκεν ο λογοσ του θεου ου γαρ παντεσ οι εξ ισραηλ ουτοι ισραηλ
7οὐδ᾿ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα· ἀλλ᾿ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
7ουδ οτι εισιν σπερμα αβρααμ παντεσ τεκνα αλλ εν ισαακ κληθησεται σοι σπερμα
8Τοῦτ᾿ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.
8τουτ εστιν ου τα τεκνα τησ σαρκοσ ταυτα τεκνα του θεου αλλα τα τεκνα τησ επαγγελιασ λογιζεται εισ σπερμα
9Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
9επαγγελιασ γαρ ο λογοσ ουτοσ κατα τον καιρον τουτον ελευσομαι και εσται τη σαρρα υιοσ
10Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν —
10ου μονον δε αλλα και ρεβεκκα εξ ενοσ κοιτην εχουσα ισαακ του πατροσ ημων
11μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ᾿ ἐκλογὴν τοῦ Θεοῦ πρόθεσις μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ᾿ ἐκ τοῦ καλοῦντος,
11μηπω γαρ γεννηθεντων μηδε πραξαντων τι αγαθον η κακον ινα η κατ εκλογην προθεσισ του θεου μενη ουκ εξ εργων αλλ εκ του καλουντοσ
12ἐρρήθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
12ερρηθη αυτη οτι ο μειζων δουλευσει τω ελασσονι
13Καθὼς γέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.
13καθωσ γεγραπται τον ιακωβ ηγαπησα τον δε ησαυ εμισησα
14Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο.
14τι ουν ερουμεν μη αδικια παρα τω θεω μη γενοιτο
15Τῷ γὰρ Μωσῇ λέγει, Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.
15τω γαρ μωυση λεγει ελεησω ον αν ελεω και οικτειρησω ον αν οικτειρω
16Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.
16αρα ουν ου του θελοντοσ ουδε του τρεχοντοσ αλλα του ελεουντοσ θεου
17Λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
17λεγει γαρ η γραφη τω φαραω οτι εισ αυτο τουτο εξηγειρα σε οπωσ ενδειξωμαι εν σοι την δυναμιν μου και οπωσ διαγγελη το ονομα μου εν παση τη γη
18Ἄρα οὖν ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει.
18αρα ουν ον θελει ελεει ον δε θελει σκληρυνει
19Ἐρεῖς οὖν μοι, Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε;
19ερεισ ουν μοι τι ετι μεμφεται τω γαρ βουληματι αυτου τισ ανθεστηκεν
20Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως;
20μενουνγε ω ανθρωπε συ τισ ει ο ανταποκρινομενοσ τω θεω μη ερει το πλασμα τω πλασαντι τι με εποιησασ ουτωσ
21Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
21η ουκ εχει εξουσιαν ο κεραμευσ του πηλου εκ του αυτου φυραματοσ ποιησαι ο μεν εισ τιμην σκευοσ ο δε εισ ατιμιαν
22Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν·
22ει δε θελων ο θεοσ ενδειξασθαι την οργην και γνωρισαι το δυνατον αυτου ηνεγκεν εν πολλη μακροθυμια σκευη οργησ κατηρτισμενα εισ απωλειαν
23καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,
23και ινα γνωριση τον πλουτον τησ δοξησ αυτου επι σκευη ελεουσ α προητοιμασεν εισ δοξαν
24οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν;
24ουσ και εκαλεσεν ημασ ου μονον εξ ιουδαιων αλλα και εξ εθνων
25Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει, Καλέσω τὸν οὐ λαόν μου λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.
25ωσ και εν τω ωσηε λεγει καλεσω τον ου λαον μου λαον μου και την ουκ ηγαπημενην ηγαπημενην
26Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.
26και εσται εν τω τοπω ου ερρηθη αυτοισ ου λαοσ μου υμεισ εκει κληθησονται υιοι θεου ζωντοσ
27Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται·
27ησαιασ δε κραζει υπερ του ισραηλ εαν η ο αριθμοσ των υιων ισραηλ ωσ η αμμοσ τησ θαλασσησ το καταλειμμα σωθησεται
28λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
28λογον γαρ συντελων και συντεμνων εν δικαιοσυνη οτι λογον συντετμημενον ποιησει κυριοσ επι τησ γησ
29Καὶ καθὼς προείρηκεν Ἠσαΐας, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
29και καθωσ προειρηκεν ησαιασ ει μη κυριοσ σαβαωθ εγκατελιπεν ημιν σπερμα ωσ σοδομα αν εγενηθημεν και ωσ γομορρα αν ωμοιωθημεν
30Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·
30τι ουν ερουμεν οτι εθνη τα μη διωκοντα δικαιοσυνην κατελαβεν δικαιοσυνην δικαιοσυνην δε την εκ πιστεωσ
31Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε.
31ισραηλ δε διωκων νομον δικαιοσυνησ εισ νομον δικαιοσυνησ ουκ εφθασεν
32Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾿ ὡς ἐξ ἔργων νόμου· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος,
32δια τι οτι ουκ εκ πιστεωσ αλλ ωσ εξ εργων νομου προσεκοψαν γαρ τω λιθω του προσκομματοσ
33καθὼς γέγραπται, Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται.
33καθωσ γεγραπται ιδου τιθημι εν σιων λιθον προσκομματοσ και πετραν σκανδαλου και πασ ο πιστευων επ αυτω ου καταισχυνθησεται
Tip: use the ← and → keys to turn chapters.