ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 12

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν,
1παρακαλω ουν υμασ αδελφοι δια των οικτιρμων του θεου παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν ευαρεστον τω θεω την λογικην λατρειαν υμων
2καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
2και μη συσχηματιζεσθαι τω αιωνι τουτω αλλα μεταμορφουσθαι τη ανακαινωσει του νοοσ υμων εισ το δοκιμαζειν υμασ τι το θελημα του θεου το αγαθον και ευαρεστον και τελειον
3Λέγω γάρ, διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
3λεγω γαρ δια τησ χαριτοσ τησ δοθεισησ μοι παντι τω οντι εν υμιν μη υπερφρονειν παρ ο δει φρονειν αλλα φρονειν εισ το σωφρονειν εκαστω ωσ ο θεοσ εμερισεν μετρον πιστεωσ
4Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν·
4καθαπερ γαρ εν ενι σωματι μελη πολλα εχομεν τα δε μελη παντα ου την αυτην εχει πραξιν
5οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ᾿ εἷς ἀλλήλων μέλη.
5ουτωσ οι πολλοι εν σωμα εσμεν εν χριστω ο δε καθ εισ αλληλων μελη
6Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως·
6εχοντεσ δε χαρισματα κατα την χαριν την δοθεισαν ημιν διαφορα ειτε προφητειαν κατα την αναλογιαν τησ πιστεωσ
7εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ·
7ειτε διακονιαν εν τη διακονια ειτε ο διδασκων εν τη διδασκαλια
8εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει· ὁ μεταδιδούς, ἐν ἁπλότητι· ὁ προϊστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
8ειτε ο παρακαλων εν τη παρακλησει ο μεταδιδουσ εν απλοτητι ο προισταμενοσ εν σπουδη ο ελεων εν ιλαροτητι
9Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ.
9η αγαπη ανυποκριτοσ αποστυγουντεσ το πονηρον κολλωμενοι τω αγαθω
10Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι·
10τη φιλαδελφια εισ αλληλουσ φιλοστοργοι τη τιμη αλληλουσ προηγουμενοι
11τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζέοντες· τῷ Κυρίῳ δουλεύοντες·
11τη σπουδη μη οκνηροι τω πνευματι ζεοντεσ τω κυριω δουλευοντεσ
12τῇ ἐλπίδι χαίροντες· τῇ θλίψει ὑπομένοντες· τῇ προσευχῇ προσκαρτεροῦντες·
12τη ελπιδι χαιροντεσ τη θλιψει υπομενοντεσ τη προσευχη προσκαρτερουντεσ
13ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες.
13ταισ χρειαισ των αγιων κοινωνουντεσ την φιλοξενιαν διωκοντεσ
14Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.
14ευλογειτε τουσ διωκοντασ υμασ ευλογειτε και μη καταρασθε
15Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων.
15χαιρειν μετα χαιροντων και κλαιειν μετα κλαιοντων
16Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς.
16το αυτο εισ αλληλουσ φρονουντεσ μη τα υψηλα φρονουντεσ αλλα τοισ ταπεινοισ συναπαγομενοι μη γινεσθε φρονιμοι παρ εαυτοισ
17Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.
17μηδενι κακον αντι κακου αποδιδοντεσ προνοουμενοι καλα ενωπιον παντων ανθρωπων
18Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
18ει δυνατον το εξ υμων μετα παντων ανθρωπων ειρηνευοντεσ
19Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
19μη εαυτουσ εκδικουντεσ αγαπητοι αλλα δοτε τοπον τη οργη γεγραπται γαρ εμοι εκδικησισ εγω ανταποδωσω λεγει κυριοσ
20Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
20εαν ουν πεινα ο εχθροσ σου ψωμιζε αυτον εαν διψα ποτιζε αυτον τουτο γαρ ποιων ανθρακασ πυροσ σωρευσεισ επι την κεφαλην αυτου
21Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
21μη νικω υπο του κακου αλλα νικα εν τω αγαθω το κακον

Tip: use the ← and → keys to turn chapters.