ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
1λεγω ουν μη απωσατο ο θεοσ τον λαον αυτου μη γενοιτο και γαρ εγω ισραηλιτησ ειμι εκ σπερματοσ αβρααμ φυλησ βενιαμιν
2Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή; Ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ, λέγων,
2ουκ απωσατο ο θεοσ τον λαον αυτου ον προεγνω η ουκ οιδατε εν ηλια τι λεγει η γραφη ωσ εντυγχανει τω θεω κατα του ισραηλ λεγων
3Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.
3κυριε τουσ προφητασ σου απεκτειναν και τα θυσιαστηρια σου κατεσκαψαν καγω υπελειφθην μονοσ και ζητουσιν την ψυχην μου
4Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
4αλλα τι λεγει αυτω ο χρηματισμοσ κατελιπον εμαυτω επτακισχιλιουσ ανδρασ οιτινεσ ουκ εκαμψαν γονυ τη βααλ
5Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν.
5ουτωσ ουν και εν τω νυν καιρω λειμμα κατ εκλογην χαριτοσ γεγονεν
6Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.
6ει δε χαριτι ουκετι εξ εργων επει η χαρισ ουκετι γινεται χαρισ ει δε εξ εργων ουκετι εστιν χαρισ επει το εργον ουκετι εστιν εργον
7Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν·
7τι ουν ο επιζητει ισραηλ τουτο ουκ επετυχεν η δε εκλογη επετυχεν οι δε λοιποι επωρωθησαν
8καθὼς γέγραπται, Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.
8καθωσ γεγραπται εδωκεν αυτοισ ο θεοσ πνευμα κατανυξεωσ οφθαλμουσ του μη βλεπειν και ωτα του μη ακουειν εωσ τησ σημερον ημερασ
9Καὶ Δαβὶδ λέγει, Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς·
9και δαυιδ λεγει γενηθητω η τραπεζα αυτων εισ παγιδα και εισ θηραν και εισ σκανδαλον και εισ ανταποδομα αυτοισ
10σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.
10σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν και τον νωτον αυτων δια παντοσ συγκαμψον
11Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
11λεγω ουν μη επταισαν ινα πεσωσιν μη γενοιτο αλλα τω αυτων παραπτωματι η σωτηρια τοισ εθνεσιν εισ το παραζηλωσαι αυτουσ
12Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
12ει δε το παραπτωμα αυτων πλουτοσ κοσμου και το ηττημα αυτων πλουτοσ εθνων ποσω μαλλον το πληρωμα αυτων
13Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν. Ἐφ᾿ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω·
13υμιν γαρ λεγω τοισ εθνεσιν εφ οσον μεν ειμι εγω εθνων αποστολοσ την διακονιαν μου δοξαζω
14εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν.
14ει πωσ παραζηλωσω μου την σαρκα και σωσω τινασ εξ αυτων
15Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
15ει γαρ η αποβολη αυτων καταλλαγη κοσμου τισ η προσληψισ ει μη ζωη εκ νεκρων
16Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
16ει δε η απαρχη αγια και το φυραμα και ει η ριζα αγια και οι κλαδοι
17Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
17ει δε τινεσ των κλαδων εξεκλασθησαν συ δε αγριελαιοσ ων ενεκεντρισθησ εν αυτοισ και συγκοινωνοσ τησ ριζησ και τησ πιοτητοσ τησ ελαιασ εγενου
18μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾿ ἡ ῥίζα σέ.
18μη κατακαυχω των κλαδων ει δε κατακαυχασαι ου συ την ριζαν βασταζεισ αλλ η ριζα σε
19Ἐρεῖς οὖν, Ἐξεκλάσθησαν οἱ κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ.
19ερεισ ουν εξεκλασθησαν κλαδοι ινα εγω εγκεντρισθω
20Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ·
20καλωσ τη απιστια εξεκλασθησαν συ δε τη πιστει εστηκασ μη υψηλοφρονει αλλα φοβου
21εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδέ σου φείσηται.
21ει γαρ ο θεοσ των κατα φυσιν κλαδων ουκ εφεισατο μηπωσ ουδε σου φεισεται
22Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δὲ σὲ, χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
22ιδε ουν χρηστοτητα και αποτομιαν θεου επι μεν τουσ πεσοντασ αποτομιαν επι δε σε χρηστοτητα εαν επιμεινησ τη χρηστοτητι επει και συ εκκοπηση
23Καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ Θεός πάλιν ἐγκεντρίσαι αὐτούς.
23και εκεινοι δε εαν μη επιμεινωσιν τη απιστια εγκεντρισθησονται δυνατοσ γαρ ο θεοσ εστιν παλιν εγκεντρισαι αυτουσ
24Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
24ει γαρ συ εκ τησ κατα φυσιν εξεκοπησ αγριελαιου και παρα φυσιν ενεκεντρισθησ εισ καλλιελαιον ποσω μαλλον ουτοι οι κατα φυσιν εγκεντρισθησονται τη ιδια ελαια
25Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ᾿ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ·
25ου γαρ θελω υμασ αγνοειν αδελφοι το μυστηριον τουτο ινα μη ητε παρ εαυτοισ φρονιμοι οτι πωρωσισ απο μερουσ τω ισραηλ γεγονεν αχρι ου το πληρωμα των εθνων εισελθη
26καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται, Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
26και ουτωσ πασ ισραηλ σωθησεται καθωσ γεγραπται ηξει εκ σιων ο ρυομενοσ και αποστρεψει ασεβειασ απο ιακωβ
27καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
27και αυτη αυτοισ η παρ εμου διαθηκη οταν αφελωμαι τασ αμαρτιασ αυτων
28Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾿ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.
28κατα μεν το ευαγγελιον εχθροι δι υμασ κατα δε την εκλογην αγαπητοι δια τουσ πατερασ
29Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.
29αμεταμελητα γαρ τα χαρισματα και η κλησισ του θεου
30Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ·
30ωσπερ γαρ και υμεισ ποτε ηπειθησατε τω θεω νυν δε ηλεηθητε τη τουτων απειθεια
31οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι·
31ουτωσ και ουτοι νυν ηπειθησαν τω υμετερω ελεει ινα και αυτοι ελεηθωσιν
32συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
32συνεκλεισεν γαρ ο θεοσ τουσ παντασ εισ απειθειαν ινα τουσ παντασ ελεηση
33Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
33ω βαθοσ πλουτου και σοφιασ και γνωσεωσ θεου ωσ ανεξερευνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου
34Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
34τισ γαρ εγνω νουν κυριου η τισ συμβουλοσ αυτου εγενετο
35Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
35η τισ προεδωκεν αυτω και ανταποδοθησεται αυτω
36Ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
36οτι εξ αυτου και δι αυτου και εισ αυτον τα παντα αυτω η δοξα εισ τουσ αιωνασ αμην
Tip: use the ← and → keys to turn chapters.