ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1περι δε των πνευματικων αδελφοι ου θελω υμασ αγνοειν
1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
2οιδατε οτι οτε εθνη ητε προσ τα ειδωλα τα αφωνα ωσ αν ηγεσθε απαγομενοι
2Οἴδατε ὅτι ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.
3διο γνωριζω υμιν οτι ουδεισ εν πνευματι θεου λαλων λεγει αναθεμα ιησουν και ουδεισ δυναται ειπειν κυριον ιησουν ει μη εν πνευματι αγιω
3Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν, Κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
4διαιρεσεισ δε χαρισματων εισιν το δε αυτο πνευμα
4Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα.
5και διαιρεσεισ διακονιων εισιν και ο αυτοσ κυριοσ
5Καὶ διαιρέσεις διακονιῶν εἰσί, καὶ ὁ αὐτὸς Κύριος.
6και διαιρεσεισ ενεργηματων εισιν ο δε αυτοσ εστιν θεοσ ο ενεργων τα παντα εν πασιν
6Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
7εκαστω δε διδοται η φανερωσισ του πνευματοσ προσ το συμφερον
7Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.
8ω μεν γαρ δια του πνευματοσ διδοται λογοσ σοφιασ αλλω δε λογοσ γνωσεωσ κατα το αυτο πνευμα
8ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα·
9ετερω δε πιστισ εν τω αυτω πνευματι αλλω δε χαρισματα ιαματων εν τω αυτω πνευματι
9ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι·
10αλλω δε ενεργηματα δυναμεων αλλω δε προφητεια αλλω δε διακρισεισ πνευματων ετερω δε γενη γλωσσων αλλω δε ερμηνεια γλωσσων
10ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
11παντα δε ταυτα ενεργει το εν και το αυτο πνευμα διαιρουν ιδια εκαστω καθωσ βουλεται
11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12καθαπερ γαρ το σωμα εν εστιν και μελη εχει πολλα παντα δε τα μελη του σωματοσ του ενοσ πολλα οντα εν εστιν σωμα ουτωσ και ο χριστοσ
12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.
13και γαρ εν ενι πνευματι ημεισ παντεσ εισ εν σωμα εβαπτισθημεν ειτε ιουδαιοι ειτε ελληνεσ ειτε δουλοι ειτε ελευθεροι και παντεσ εισ εν πνευμα εποτισθημεν
13Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· καὶ πάντες εἰς ἓν πνεῦμα ἐποτίσθημεν.
14και γαρ το σωμα ουκ εστιν εν μελοσ αλλα πολλα
14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.
15εαν ειπη ο πουσ οτι ουκ ειμι χειρ ουκ ειμι εκ του σωματοσ ου παρα τουτο ουκ εστιν εκ του σωματοσ
15Ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
16και εαν ειπη το ουσ οτι ουκ ειμι οφθαλμοσ ουκ ειμι εκ του σωματοσ ου παρα τουτο ουκ εστιν εκ του σωματοσ
16Καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
17ει ολον το σωμα οφθαλμοσ που η ακοη ει ολον ακοη που η οσφρησισ
17Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
18νυνι δε ο θεοσ εθετο τα μελη εν εκαστον αυτων εν τω σωματι καθωσ ηθελησεν
18Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.
19ει δε ην τα παντα εν μελοσ που το σωμα
19Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
20νυν δε πολλα μεν μελη εν δε σωμα
20Νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
21ου δυναται δε ο οφθαλμοσ ειπειν τη χειρι χρειαν σου ουκ εχω η παλιν η κεφαλη τοισ ποσιν χρειαν υμων ουκ εχω
21Οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί, Χρείαν ὑμῶν οὐκ ἔχω.
22αλλα πολλω μαλλον τα δοκουντα μελη του σωματοσ ασθενεστερα υπαρχειν αναγκαια εστιν
22Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι·
23και α δοκουμεν ατιμοτερα ειναι του σωματοσ τουτοισ τιμην περισσοτεραν περιτιθεμεν και τα ασχημονα ημων ευσχημοσυνην περισσοτεραν εχει
23καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει·
24τα δε ευσχημονα ημων ου χρειαν εχει αλλ ο θεοσ συνεκερασεν το σωμα τω υστερουντι περισσοτεραν δουσ τιμην
24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει· ἀλλ᾿ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν,
25ινα μη η σχισματα εν τω σωματι αλλα το αυτο υπερ αλληλων μεριμνωσιν τα μελη
25ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.
26και ειτε πασχει εν μελοσ συμπασχει παντα τα μελη ειτε δοξαζεται εν μελοσ συγχαιρει παντα τα μελη
26Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.
27υμεισ δε εστε σωμα χριστου και μελη εκ μερουσ
27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
28και ουσ μεν εθετο ο θεοσ εν τη εκκλησια πρωτον αποστολουσ δευτερον προφητασ τριτον διδασκαλουσ επειτα δυναμεισ ειτα χαρισματα ιαματων αντιληψεισ κυβερνησεισ γενη γλωσσων
28Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.
29μη παντεσ αποστολοι μη παντεσ προφηται μη παντεσ διδασκαλοι μη παντεσ δυναμεισ
29Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις;
30μη παντεσ χαρισματα εχουσιν ιαματων μη παντεσ γλωσσαισ λαλουσιν μη παντεσ διερμηνευουσιν
30Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι;
31ζηλουτε δε τα χαρισματα τα κρειττονα και ετι καθ υπερβολην οδον υμιν δεικνυμι
31Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
Tip: use the ← and → keys to turn chapters.