ΠΡΑΞΕΙΣ
Chapter 1
Greek New Testament: Byz…

Read in

Smith–Van Dyck Arabic Bible (فان دايك)Judson Burmese Bible (1840)Chamorro: Gospels, Acts and PsalmsChinese Union Version, punctuated (Simplified)Chinese Union Version, punctuated (Traditional)Coptic New TestamentCoptic New Testament (Bohairic)Kralice Bible (1613)Testamenta Marra (Dieri New Testament)Petrus Canisius Bible, 1939 (De Heilige Schrift)Asang Khongca Bible (Eastern Khumi Chin, 2019)Berean Standard BibleDouay-Rheims Bible, American Edition (1899)King James Version with ApocryphaWorld English BibleLondona Biblio (Esperanto, 1910)Louis Segond 1910Lutherbibel 1912Greek New Testament, word by word (STEPBible TAGNT)Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Greek New Testament: Textus ReceptusSBL Greek New TestamentBaibala Hemolele (Hawaiian Bible, 1868 revision)Modern Hebrew BibleDiodati Bibbia 1885Freedom Bible (フリーダム・バイブル)Korean Bible, 1910 (한국어 성경)Bible Mutal (Kosraean)Clementine Vulgate, 1598Baibal Olcim (Matupi Chin)Old Persian Version (ترجمه قدیم)Kadede Kap (Pohnpeian New Testament and Psalms)Bíblia Portuguesa Mundial (Brazilian Portuguese)Cornilescu Bible (1924), Cyrillic scriptSynodal Translation (Синодальный перевод)Daničić–Karadžić Bible (1868), CyrillicReina-Valera 1909Biblia Takatifu (Swahili): New Testament portionsFreedom Bible (Thai)Tongan Bible, Revised West VersionKulish and Puluj Bible (1905)Vietnamese Bible (1923 translation)
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1τον μεν πρωτον λογον εποιησαμην περι παντων ω θεοφιλε ων ηρξατο ο ιησουσ ποιειν τε και διδασκειν
1Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,
2αχρι ησ ημερασ εντειλαμενοσ τοισ αποστολοισ δια πνευματοσ αγιου ουσ εξελεξατο ανεληφθη
2ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη·
3οισ και παρεστησεν εαυτον ζωντα μετα το παθειν αυτον εν πολλοισ τεκμηριοισ δι ημερων τεσσαρακοντα οπτανομενοσ αυτοισ και λεγων τα περι τησ βασιλειασ του θεου
3οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
4και συναλιζομενοσ παρηγγειλεν αυτοισ απο ιεροσολυμων μη χωριζεσθαι αλλα περιμενειν την επαγγελιαν του πατροσ ην ηκουσατε μου
4Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου·
5οτι ιωαννησ μεν εβαπτισεν υδατι υμεισ δε βαπτισθησεσθε εν πνευματι αγιω ου μετα πολλασ ταυτασ ημερασ
5ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6οι μεν ουν συνελθοντεσ επηρωτων αυτον λεγοντεσ κυριε ει εν τω χρονω τουτω αποκαθιστανεισ την βασιλειαν τω ισραηλ
6Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
7ειπεν δε προσ αυτουσ ουχ υμων εστιν γνωναι χρονουσ η καιρουσ ουσ ο πατηρ εθετο εν τη ιδια εξουσια
7Εἶπε δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
8αλλα ληψεσθε δυναμιν επελθοντοσ του αγιου πνευματοσ εφ υμασ και εσεσθε μοι μαρτυρεσ εν τε ιερουσαλημ και εν παση τη ιουδαια και σαμαρεια και εωσ εσχατου τησ γησ
8Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾿ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.
9και ταυτα ειπων βλεποντων αυτων επηρθη και νεφελη υπελαβεν αυτον απο των οφθαλμων αυτων
9Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
10και ωσ ατενιζοντεσ ησαν εισ τον ουρανον πορευομενου αυτου και ιδου ανδρεσ δυο παρειστηκεισαν αυτοισ εν εσθητι λευκη
10Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,
11οι και ειπον ανδρεσ γαλιλαιοι τι εστηκατε εμβλεποντεσ εισ τον ουρανον ουτοσ ο ιησουσ ο αναληφθεισ αφ υμων εισ τον ουρανον ουτωσ ελευσεται ον τροπον εθεασασθε αυτον πορευομενον εισ τον ουρανον
11οἳ καὶ εἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς, ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12τοτε υπεστρεψαν εισ ιερουσαλημ απο ορουσ του καλουμενου ελαιωνοσ ο εστιν εγγυσ ιερουσαλημ σαββατου εχον οδον
12Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.
13και οτε εισηλθον ανεβησαν εισ το υπερωον ου ησαν καταμενοντεσ ο τε πετροσ και ιακωβοσ και ιωαννησ και ανδρεασ φιλιπποσ και θωμασ βαρθολομαιοσ και ματθαιοσ ιακωβοσ αλφαιου και σιμων ο ζηλωτησ και ιουδασ ιακωβου
13Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου.
14ουτοι παντεσ ησαν προσκαρτερουντεσ ομοθυμαδον τη προσευχη και τη δεησει συν γυναιξιν και μαρια τη μητρι του ιησου και συν τοισ αδελφοισ αυτου
14Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15και εν ταισ ημεραισ ταυταισ αναστασ πετροσ εν μεσω των μαθητων ειπεν ην τε οχλοσ ονοματων επι το αυτο ωσ εκατον εικοσι
15Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν — ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν —
16ανδρεσ αδελφοι εδει πληρωθηναι την γραφην ταυτην ην προειπεν το πνευμα το αγιον δια στοματοσ δαυιδ περι ιουδα του γενομενου οδηγου τοισ συλλαβουσιν τον ιησουν
16Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην, ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν.
17οτι κατηριθμημενοσ ην συν ημιν και ελαχεν τον κληρον τησ διακονιασ ταυτησ
17Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης —
18ουτοσ μεν ουν εκτησατο χωριον εκ μισθου τησ αδικιασ και πρηνησ γενομενοσ ελακησεν μεσοσ και εξεχυθη παντα τα σπλαγχνα αυτου
18Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ τοῦ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
19και γνωστον εγενετο πασιν τοισ κατοικουσιν ιερουσαλημ ωστε κληθηναι το χωριον εκεινο τη ιδια διαλεκτω αυτων ακελδαμα τουτ εστιν χωριον αιματοσ
19Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμά, τοῦτ᾿ ἔστι, χωρίον αἵματος —
20γεγραπται γαρ εν βιβλω ψαλμων γενηθητω η επαυλισ αυτου ερημοσ και μη εστω ο κατοικων εν αυτη και την επισκοπην αυτου λαβοι ετεροσ
20Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καί, Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
21δει ουν των συνελθοντων ημιν ανδρων εν παντι χρονω εν ω εισηλθεν και εξηλθεν εφ ημασ ο κυριοσ ιησουσ
21Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
22αρξαμενοσ απο του βαπτισματοσ ιωαννου εωσ τησ ημερασ ησ ανεληφθη αφ ημων μαρτυρα τησ αναστασεωσ αυτου γενεσθαι συν ημιν ενα τουτων
22ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.
23και εστησαν δυο ιωσηφ τον καλουμενον βαρσαβαν οσ επεκληθη ιουστοσ και ματθιαν
23Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.
24και προσευξαμενοι ειπον συ κυριε καρδιογνωστα παντων αναδειξον ον εξελεξω εκ τουτων των δυο ενα
24Καὶ προσευξάμενοι εἶπον, Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ἐκ τούτων τῶν δύο ἕνα ὃν ἐξελέξω,
25λαβειν τον κληρον τησ διακονιασ ταυτησ και αποστολησ εξ ησ παρεβη ιουδασ πορευθηναι εισ τον τοπον τον ιδιον
25λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26και εδωκαν κληρουσ αυτων και επεσεν ο κληροσ επι ματθιαν και συγκατεψηφισθη μετα των ενδεκα αποστολων
26Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

Tip: use the ← and → keys to turn chapters.