ΠΡΑΞΕΙΣ 21
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ωσ δε εγενετο αναχθηναι ημασ αποσπασθεντασ απ αυτων ευθυδρομησαντεσ ηλθομεν εισ την κων τη δε εξησ εισ την ροδον κακειθεν εισ παταρα
1Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾿ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα·
2και ευροντεσ πλοιον διαπερων εισ φοινικην επιβαντεσ ανηχθημεν
2καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν.
3αναφανεντεσ δε την κυπρον και καταλιποντεσ αυτην ευωνυμον επλεομεν εισ συριαν και κατηχθημεν εισ τυρον εκεισε γαρ ην το πλοιον αποφορτιζομενον τον γομον
3Ἀναφάναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον.
4και ανευροντεσ μαθητασ επεμειναμεν αυτου ημερασ επτα οιτινεσ τω παυλω ελεγον δια του πνευματοσ μη αναβαινειν εισ ιερουσαλημ
4Καὶ ἀνευρόντες τοὺς μαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος, μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ.
5οτε δε εγενετο ημασ εξαρτισαι τασ ημερασ εξελθοντεσ επορευομεθα προπεμποντων ημασ παντων συν γυναιξιν και τεκνοισ εωσ εξω τησ πολεωσ και θεντεσ τα γονατα επι τον αιγιαλον προσηυξαμεθα
5Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως· καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα.
6και ασπασαμενοι αλληλουσ επεβημεν εισ το πλοιον εκεινοι δε υπεστρεψαν εισ τα ιδια
6Καὶ ἀσπασάμενοι ἀλλήλους, ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
7ημεισ δε τον πλουν διανυσαντεσ απο τυρου κατηντησαμεν εισ πτολεμαιδα και ασπασαμενοι τουσ αδελφουσ εμειναμεν ημεραν μιαν παρ αυτοισ
7Ἡμεῖς δέ, τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς.
8τη δε επαυριον εξελθοντεσ οι περι τον παυλον ηλθον εισ καισαρειαν και εισελθοντεσ εισ τον οικον φιλιππου του ευαγγελιστου οντοσ εκ των επτα εμειναμεν παρ αυτω
8Τῇ δὲ ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, τοῦ ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾿ αὐτῷ.
9τουτω δε ησαν θυγατερεσ παρθενοι τεσσαρεσ προφητευουσαι
9Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι.
10επιμενοντων δε ημων ημερασ πλειουσ κατηλθεν τισ απο τησ ιουδαιασ προφητησ ονοματι αγαβοσ
10Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος.
11και ελθων προσ ημασ και αρασ την ζωνην του παυλου δησασ τε αυτου τουσ ποδασ και τασ χειρασ ειπεν ταδε λεγει το πνευμα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτωσ δησουσιν εν ιερουσαλημ οι ιουδαιοι και παραδωσουσιν εισ χειρασ εθνων
11Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας εἶπε, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
12ωσ δε ηκουσαμεν ταυτα παρεκαλουμεν ημεισ τε και οι εντοπιοι του μη αναβαινειν αυτον εισ ιερουσαλημ
12Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.
13απεκριθη τε ο παυλοσ τι ποιειτε κλαιοντεσ και συνθρυπτοντεσ μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν εισ ιερουσαλημ ετοιμωσ εχω υπερ του ονοματοσ του κυριου ιησου
13Ἀπεκρίθη δὲ ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.
14μη πειθομενου δε αυτου ησυχασαμεν ειποντεσ το θελημα του κυριου γενεσθω
14Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω.
15μετα δε τασ ημερασ ταυτασ επισκευασαμενοι ανεβαινομεν εισ ιερουσαλημ
15Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀποσκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ.
16συνηλθον δε και των μαθητων απο καισαρειασ συν ημιν αγοντεσ παρ ω ξενισθωμεν μνασωνι τινι κυπριω αρχαιω μαθητη
16Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾿ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
17γενομενων δε ημων εισ ιεροσολυμα ασμενωσ εδεξαντο ημασ οι αδελφοι
17Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί.
18τη δε επιουση εισηει ο παυλοσ συν ημιν προσ ιακωβον παντεσ τε παρεγενοντο οι πρεσβυτεροι
18Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
19και ασπασαμενοσ αυτουσ εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θεοσ εν τοισ εθνεσιν δια τησ διακονιασ αυτου
19Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
20οι δε ακουσαντεσ εδοξαζον τον κυριον ειποντεσ αυτω θεωρεισ αδελφε ποσαι μυριαδεσ εισιν ιουδαιων των πεπιστευκοτων και παντεσ ζηλωται του νομου υπαρχουσιν
20Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἶπόν τε αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι·
21κατηχηθησαν δε περι σου οτι αποστασιαν διδασκεισ απο μωυσεωσ τουσ κατα τα εθνη παντασ ιουδαιουσ λεγων μη περιτεμνειν αυτουσ τα τεκνα μηδε τοισ εθεσιν περιπατειν
21κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν.
22τι ουν εστιν παντωσ δει πληθοσ συνελθειν ακουσονται γαρ οτι εληλυθασ
22Τί οὖν ἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας.
23τουτο ουν ποιησον ο σοι λεγομεν εισιν ημιν ανδρεσ τεσσαρεσ ευχην εχοντεσ εφ εαυτων
23Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν·
24τουτουσ παραλαβων αγνισθητι συν αυτοισ και δαπανησον επ αυτοισ ινα ξυρησωνται την κεφαλην και γνωσιν παντεσ οτι ων κατηχηνται περι σου ουδεν εστιν αλλα στοιχεισ και αυτοσ τον νομον φυλασσων
24τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ᾿ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων.
25περι δε των πεπιστευκοτων εθνων ημεισ επεστειλαμεν κριναντεσ μηδεν τοιουτον τηρειν αυτουσ ει μη φυλασσεσθαι αυτουσ το τε ειδωλοθυτον και το αιμα και πνικτον και πορνειαν
25Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
26τοτε ο παυλοσ παραλαβων τουσ ανδρασ τη εχομενη ημερα συν αυτοισ αγνισθεισ εισηει εισ το ιερον διαγγελλων την εκπληρωσιν των ημερων του αγνισμου εωσ ου προσηνεχθη υπερ ενοσ εκαστου αυτων η προσφορα
26Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
27ωσ δε εμελλον αι επτα ημεραι συντελεισθαι οι απο τησ ασιασ ιουδαιοι θεασαμενοι αυτον εν τω ιερω συνεχεον παντα τον οχλον και επεβαλον τασ χειρασ επ αυτον
27Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾿ αὐτόν,
28κραζοντεσ ανδρεσ ισραηλιται βοηθειτε ουτοσ εστιν ο ανθρωποσ ο κατα του λαου και του νομου και του τοπου τουτου παντασ πανταχου διδασκων ετι τε και ελληνασ εισηγαγεν εισ το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτον
28κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον.
29ησαν γαρ εωρακοτεσ τροφιμον τον εφεσιον εν τη πολει συν αυτω ον ενομιζον οτι εισ το ιερον εισηγαγεν ο παυλοσ
29Ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
30εκινηθη τε η πολισ ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του ιερου και ευθεωσ εκλεισθησαν αι θυραι
30Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
31ζητουντων δε αυτον αποκτειναι ανεβη φασισ τω χιλιαρχω τησ σπειρησ οτι ολη συγκεχυται ιερουσαλημ
31Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ·
32οσ εξαυτησ παραλαβων στρατιωτασ και εκατονταρχουσ κατεδραμεν επ αυτουσ οι δε ιδοντεσ τον χιλιαρχον και τουσ στρατιωτασ επαυσαντο τυπτοντεσ τον παυλον
32ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ᾿ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
33εγγισασ δε ο χιλιαρχοσ επελαβετο αυτου και εκελευσεν δεθηναι αλυσεσιν δυσιν και επυνθανετο τισ αν ειη και τι εστιν πεποιηκωσ
33Τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο τίς ἂν εἴη, καὶ τί ἐστι πεποιηκώς.
34αλλοι δε αλλο τι εβοων εν τω οχλω μη δυναμενοσ δε γνωναι το ασφαλεσ δια τον θορυβον εκελευσεν αγεσθαι αυτον εισ την παρεμβολην
34Ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
35οτε δε εγενετο επι τουσ αναβαθμουσ συνεβη βασταζεσθαι αυτον υπο των στρατιωτων δια την βιαν του οχλου
35Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου.
36ηκολουθει γαρ το πληθοσ του λαου κραζον αιρε αυτον
36Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κρᾶζον, Αἶρε αὐτόν.
37μελλων τε εισαγεσθαι εισ την παρεμβολην ο παυλοσ λεγει τω χιλιαρχω ει εξεστιν μοι ειπειν προσ σε ο δε εφη ελληνιστι γινωσκεισ
37Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις;
38ουκ αρα συ ει ο αιγυπτιοσ ο προ τουτων των ημερων αναστατωσασ και εξαγαγων εισ την ερημον τουσ τετρακισχιλιουσ ανδρασ των σικαριων
38Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
39ειπεν δε ο παυλοσ εγω ανθρωποσ μεν ειμι ιουδαιοσ ταρσευσ τησ κιλικιασ ουκ ασημου πολεωσ πολιτησ δεομαι δε σου επιτρεψον μοι λαλησαι προσ τον λαον
39Εἶπε δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
40επιτρεψαντοσ δε αυτου ο παυλοσ εστωσ επι των αναβαθμων κατεσεισεν τη χειρι τω λαω πολλησ δε σιγησ γενομενησ προσεφωνει τη εβραιδι διαλεκτω λεγων
40Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,
Tip: use the ← and → keys to turn chapters.