ΠΡΑΞΕΙΣ 6
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1εν δε ταισ ημεραισ ταυταισ πληθυνοντων των μαθητων εγενετο γογγυσμοσ των ελληνιστων προσ τουσ εβραιουσ οτι παρεθεωρουντο εν τη διακονια τη καθημερινη αι χηραι αυτων
1Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
2προσκαλεσαμενοι δε οι δωδεκα το πληθοσ των μαθητων ειπον ουκ αρεστον εστιν ημασ καταλειψαντασ τον λογον του θεου διακονειν τραπεζαισ
2Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις.
3επισκεψασθε ουν αδελφοι ανδρασ εξ υμων μαρτυρουμενουσ επτα πληρεισ πνευματοσ αγιου και σοφιασ ουσ καταστησωμεν επι τησ χρειασ ταυτησ
3Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.
4ημεισ δε τη προσευχη και τη διακονια του λογου προσκαρτερησομεν
4Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
5και ηρεσεν ο λογοσ ενωπιον παντοσ του πληθουσ και εξελεξαντο στεφανον ανδρα πληρησ πιστεωσ και πνευματοσ αγιου και φιλιππον και προχορον και νικανορα και τιμωνα και παρμεναν και νικολαον προσηλυτον αντιοχεα
5Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
6ουσ εστησαν ενωπιον των αποστολων και προσευξαμενοι επεθηκαν αυτοισ τασ χειρασ
6οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7και ο λογοσ του θεου ηυξανεν και επληθυνετο ο αριθμοσ των μαθητων εν ιερουσαλημ σφοδρα πολυσ τε οχλοσ των ιερεων υπηκουον τη πιστει
7Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
8στεφανοσ δε πληρησ πιστεωσ και δυναμεωσ εποιει τερατα και σημεια μεγαλα εν τω λαω
8Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
9ανεστησαν δε τινεσ των εκ τησ συναγωγησ τησ λεγομενησ λιβερτινων και κυρηναιων και αλεξανδρεων και των απο κιλικιασ και ασιασ συζητουντεσ τω στεφανω
9Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ.
10και ουκ ισχυον αντιστηναι τη σοφια και τω πνευματι ω ελαλει
10Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
11τοτε υπεβαλον ανδρασ λεγοντασ οτι ακηκοαμεν αυτου λαλουντοσ ρηματα βλασφημα εισ μωσην και τον θεον
11Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν.
12συνεκινησαν τε τον λαον και τουσ πρεσβυτερουσ και τουσ γραμματεισ και επισταντεσ συνηρπασαν αυτον και ηγαγον εισ το συνεδριον
12Συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν, καὶ ἤγαγον εἰς τὸ συνέδριον,
13εστησαν τε μαρτυρασ ψευδεισ λεγοντασ ο ανθρωποσ ουτοσ ου παυεται ρηματα βλασφημα λαλων κατα του τοπου του αγιου και του νομου
13ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου·
14ακηκοαμεν γαρ αυτου λεγοντοσ οτι ιησουσ ο ναζωραιοσ ουτοσ καταλυσει τον τοπον τουτον και αλλαξει τα εθη α παρεδωκεν ημιν μωσησ
14ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
15και ατενισαντεσ εισ αυτον απαντεσ οι καθεζομενοι εν τω συνεδριω ειδον το προσωπον αυτου ωσει προσωπον αγγελου
15Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Tip: use the ← and → keys to turn chapters.