ΠΡΟΣ ΤΙΤΟΝ 1
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1παυλοσ δουλοσ θεου αποστολοσ δε ιησου χριστου κατα πιστιν εκλεκτων θεου και επιγνωσιν αληθειασ τησ κατ ευσεβειαν
1Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾿ εὐσέβειαν,
2επ ελπιδι ζωησ αιωνιου ην επηγγειλατο ο αψευδησ θεοσ προ χρονων αιωνιων
2ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων,
3εφανερωσεν δε καιροισ ιδιοισ τον λογον αυτου εν κηρυγματι ο επιστευθην εγω κατ επιταγην του σωτηροσ ημων θεου
3ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ᾿ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ,
4τιτω γνησιω τεκνω κατα κοινην πιστιν χαρισ ελεοσ ειρηνη απο θεου πατροσ και κυριου ιησου χριστου του σωτηροσ ημων
4Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρός, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν.
5τουτου χαριν κατελιπον σε εν κρητη ινα τα λειποντα επιδιορθωση και καταστησησ κατα πολιν πρεσβυτερουσ ωσ εγω σοι διεταξαμην
5Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην·
6ει τισ εστιν ανεγκλητοσ μιασ γυναικοσ ανηρ τεκνα εχων πιστα μη εν κατηγορια ασωτιασ η ανυποτακτα
6εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
7δει γαρ τον επισκοπον ανεγκλητον ειναι ωσ θεου οικονομον μη αυθαδη μη οργιλον μη παροινον μη πληκτην μη αισχροκερδη
7Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
8αλλα φιλοξενον φιλαγαθον σωφρονα δικαιον οσιον εγκρατη
8ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
9αντεχομενον του κατα την διδαχην πιστου λογου ινα δυνατοσ η και παρακαλειν εν τη διδασκαλια τη υγιαινουση και τουσ αντιλεγοντασ ελεγχειν
9ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
10εισιν γαρ πολλοι και ανυποτακτοι ματαιολογοι και φρεναπαται μαλιστα οι εκ περιτομησ
10Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ περιτομῆς,
11ουσ δει επιστομιζειν οιτινεσ ολουσ οικουσ ανατρεπουσιν διδασκοντεσ α μη δει αισχρου κερδουσ χαριν
11οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσι, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.
12ειπεν τισ εξ αυτων ιδιοσ αυτων προφητησ κρητεσ αει ψευσται κακα θηρια γαστερεσ αργαι
12Εἶπέ τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
13η μαρτυρια αυτη εστιν αληθησ δι ην αιτιαν ελεγχε αυτουσ αποτομωσ ινα υγιαινωσιν εν τη πιστει
13Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι᾿ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
14μη προσεχοντεσ ιουδαικοισ μυθοισ και εντολαισ ανθρωπων αποστρεφομενων την αληθειαν
14μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
15παντα μεν καθαρα τοισ καθαροισ τοισ δε μεμιασμενοισ και απιστοισ ουδεν καθαρον αλλα μεμιανται αυτων και ο νουσ και η συνειδησισ
15Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
16θεον ομολογουσιν ειδεναι τοισ δε εργοισ αρνουνται βδελυκτοι οντεσ και απειθεισ και προσ παν εργον αγαθον αδοκιμοι
16Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
Tip: use the ← and → keys to turn chapters.