ΑΠΟΚΑΛΥΨΙΣ
Chapter 1
Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1αποκαλυψισ ιησου χριστου ην εδωκεν αυτω ο θεοσ δειξαι τοισ δουλοισ αυτου α δει γενεσθαι εν ταχει και εσημανεν αποστειλασ δια του αγγελου αυτου τω δουλω αυτου ιωαννη
1Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
2οσ εμαρτυρησεν τον λογον του θεου και την μαρτυριαν ιησου χριστου οσα ειδεν
2ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα τε εἶδε.
3μακαριοσ ο αναγινωσκων και οι ακουοντεσ τουσ λογουσ τησ προφητειασ και τηρουντεσ τα εν αυτη γεγραμμενα ο γαρ καιροσ εγγυσ
3Μακάριος ὁ ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
4ιωαννησ ταισ επτα εκκλησιαισ ταισ εν τη ασια χαρισ υμιν και ειρηνη απο θεου ο ων και ο ην και ο ερχομενοσ και απο των επτα πνευματων α ενωπιον του θρονου αυτου
4Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἅ ἐστιν ἐνώπιον τοῦ θρόνου αὐτοῦ·
5και απο ιησου χριστου ο μαρτυσ ο πιστοσ ο πρωτοτοκοσ των νεκρων και ο αρχων των βασιλεων τησ γησ τω αγαπωντι ημασ και λουσαντι ημασ απο των αμαρτιων ημων εν τω αιματι αυτου
5καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπήσαντι ἡμᾶς, καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ·
6και εποιησεν ημασ βασιλειαν ιερεισ τω θεω και πατρι αυτου αυτω η δοξα και το κρατοσ εισ τουσ αιωνασ των αιωνων αμην
6καὶ ἐποίησεν ἡμᾶς βασιλεῖς καὶ ἱερεῖς τῷ Θεῷ καὶ πατρὶ αὐτοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7ιδου ερχεται μετα των νεφελων και οψεται αυτον πασ οφθαλμοσ και οιτινεσ αυτον εξεκεντησαν και κοψονται επ αυτον πασαι αι φυλαι τησ γησ ναι αμην
7Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ᾿ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.
8εγω ειμι το αλφα και το ω λεγει κυριοσ ο θεοσ ο ων και ο ην και ο ερχομενοσ ο παντοκρατωρ
8Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἀρχὴ καὶ τέλος, λέγει ὁ Κύριος, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9εγω ιωαννησ ο αδελφοσ υμων και κοινωνοσ εν τη θλιψει και βασιλεια και υπομονη εν χριστω ιησου εγενομην εν τη νησω τη καλουμενη πατμω δια τον λογον του θεου και δια την μαρτυριαν ιησου χριστου
9Ἐγὼ Ἰωάννης, ὁ καὶ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ ἐν τῇ βασιλείᾳ καὶ ὑπομονῇ Ἰησοῦ Χριστοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ.
10εγενομην εν πνευματι εν τη κυριακη ημερα και ηκουσα φωνην οπισω μου μεγαλην ωσ σαλπιγγοσ
10Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος,
11λεγουσησ ο βλεπεισ γραψον εισ βιβλιον και πεμψον ταισ επτα εκκλησιαισ εισ εφεσον και εισ σμυρναν και εισ περγαμον και εισ θυατειρα και εισ σαρδεισ και εισ φιλαδελφειαν και εισ λαοδικειαν
11λεγούσης, Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος· καί, Ὃ βλέπεις γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἐκκλησίαις ταῖς ἐν Ἀσίᾳ, εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν.
12και εκει επεστρεψα βλεπειν την φωνην ητισ ελαλει μετ εμου και επιστρεψασ ειδον επτα λυχνιασ χρυσασ
12Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλησε μετ᾿ ἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,
13και εν μεσω των επτα λυχνιων ομοιον υιω ανθρωπου ενδεδυμενον ποδηρη και περιεζωσμενον προσ τοισ μαστοισ ζωνην χρυσην
13καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν.
14η δε κεφαλη αυτου και αι τριχεσ λευκαι ωσ εριον λευκον ωσ χιων και οι οφθαλμοι αυτου ωσ φλοξ πυροσ
14Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡσεὶ ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός·
15και οι ποδεσ αυτου ομοιοι χαλκολιβανω ωσ εν καμινω πεπυρωμενοι και η φωνη αυτου ωσ φωνη υδατων πολλων
15καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι· καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν.
16και εχων εν τη δεξια αυτου χειρι αστερασ επτα και εκ του στοματοσ αυτου ρομφαια διστομοσ οξεια εκπορευομενη και η οψισ αυτου ωσ ο ηλιοσ φαινει εν τη δυναμει αυτου
16Καὶ ἔχων ἐν τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ, ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17και οτε ειδον αυτον επεσα προσ τουσ ποδασ αυτου ωσ νεκροσ και εθηκεν την δεξιαν αυτου επ εμε λεγων μη φοβου εγω ειμι ο πρωτοσ και ο εσχατοσ
17Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἐπέθηκε τὴν δεξιὰν αὐτοῦ χεῖρα ἐπ᾿ ἐμέ, λέγων μοι, Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
18και ο ζων και εγενομην νεκροσ και ιδου ζων ειμι εισ τουσ αιωνασ των αιωνων αμην και εχω τασ κλεισ του θανατου και του αδου
18καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν· καὶ ἔχω τὰς κλεῖς τοῦ ᾍδου καὶ τοῦ Θανάτου.
19γραψον ουν α ειδεσ και α εισιν και α μελλει γινεσθαι μετα ταυτα
19Γράψον ἃ εἶδες, καὶ ἅ εἰσι, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα·
20το μυστηριον των επτα αστερων ων ειδεσ επι τησ δεξιασ μου και τασ επτα λυχνιασ τασ χρυσασ οι επτα αστερεσ αγγελοι των επτα εκκλησιων εισιν και αι λυχνιαι αι επτα επτα εκκλησιαι εισιν
20τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. Οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσί· καὶ αἱ ἑπτὰ λυχνίαι ἃς εἶδες ἑπτὰ ἐκκλησίαι εἰσί.

Tip: use the ← and → keys to turn chapters.