ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
Chapter 1

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 1

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1παυλοσ και σιλουανοσ και τιμοθεοσ τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω
1Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ·
2χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
3ευχαριστειν οφειλομεν τω θεω παντοτε περι υμων αδελφοι καθωσ αξιον εστιν οτι υπεραυξανει η πιστισ υμων και πλεοναζει η αγαπη ενοσ εκαστου παντων υμων εισ αλληλουσ
3Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους·
4ωστε ημασ αυτουσ εν υμιν καυχασθαι εν ταισ εκκλησιαισ του θεου υπερ τησ υπομονησ υμων και πιστεωσ εν πασιν τοισ διωγμοισ υμων και ταισ θλιψεσιν αισ ανεχεσθε
4ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε·
5ενδειγμα τησ δικαιασ κρισεωσ του θεου εισ το καταξιωθηναι υμασ τησ βασιλειασ του θεου υπερ ησ και πασχετε
5ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε·
6ειπερ δικαιον παρα θεω ανταποδουναι τοισ θλιβουσιν υμασ θλιψιν
6εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν,
7και υμιν τοισ θλιβομενοισ ανεσιν μεθ ημων εν τη αποκαλυψει του κυριου ιησου απ ουρανου μετ αγγελων δυναμεωσ αυτου
7καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾿ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾿ οὐρανοῦ μετ᾿ ἀγγέλων δυνάμεως αὐτοῦ,
8εν πυρι φλογοσ διδοντοσ εκδικησιν τοισ μη ειδοσιν θεον και τοισ μη υπακουουσιν τω ευαγγελιω του κυριου ημων ιησου
8ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεόν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
9οιτινεσ δικην τισουσιν ολεθρον αιωνιον απο προσωπου του κυριου και απο τησ δοξησ τησ ισχυοσ αυτου
9οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,
10οταν ελθη ενδοξασθηναι εν τοισ αγιοισ αυτου και θαυμασθηναι εν πασιν τοισ πιστευσασιν οτι επιστευθη το μαρτυριον ημων εφ υμασ εν τη ημερα εκεινη
10ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύουσιν ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾿ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
11εισ ο και προσευχομεθα παντοτε περι υμων ινα υμασ αξιωση τησ κλησεωσ ο θεοσ ημων και πληρωση πασαν ευδοκιαν αγαθωσυνησ και εργον πιστεωσ εν δυναμει
11Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει·
12οπωσ ενδοξασθη το ονομα του κυριου ημων ιησου εν υμιν και υμεισ εν αυτω κατα την χαριν του θεου ημων και κυριου ιησου χριστου
12ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Tip: use the ← and → keys to turn chapters.