ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
Chapter 3

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 3

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1το λοιπον προσευχεσθε αδελφοι περι ημων ινα ο λογοσ του κυριου τρεχη και δοξαζηται καθωσ και προσ υμασ
1Τὸ λοιπόν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς,
2και ινα ρυσθωμεν απο των ατοπων και πονηρων ανθρωπων ου γαρ παντων η πιστισ
2καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις.
3πιστοσ δε εστιν ο κυριοσ οσ στηριξει υμασ και φυλαξει απο του πονηρου
3Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.
4πεποιθαμεν δε εν κυριω εφ υμασ οτι α παραγγελλομεν υμιν και ποιειτε και ποιησετε
4Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ᾿ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε.
5ο δε κυριοσ κατευθυναι υμων τασ καρδιασ εισ την αγαπην του θεου και εισ την υπομονην του χριστου
5Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς ὑπομονὴν τοῦ Χριστοῦ.
6παραγγελλομεν δε υμιν αδελφοι εν ονοματι του κυριου ημων ιησου χριστου στελλεσθαι υμασ απο παντοσ αδελφου ατακτωσ περιπατουντοσ και μη κατα την παραδοσιν ην παρελαβον παρ ημων
6Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβε παρ᾿ ἡμῶν.
7αυτοι γαρ οιδατε πωσ δει μιμεισθαι ημασ οτι ουκ ητακτησαμεν εν υμιν
7Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς· ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν,
8ουδε δωρεαν αρτον εφαγομεν παρα τινοσ αλλ εν κοπω και μοχθω νυκτα και ημεραν εργαζομενοι προσ το μη επιβαρησαι τινα υμων
8οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾿ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·
9ουχ οτι ουκ εχομεν εξουσιαν αλλ ινα εαυτουσ τυπον δωμεν υμιν εισ το μιμεισθαι ημασ
9οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾿ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.
10και γαρ οτε ημεν προσ υμασ τουτο παρηγγελλομεν υμιν οτι ει τισ ου θελει εργαζεσθαι μηδε εσθιετω
10Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.
11ακουομεν γαρ τινασ περιπατουντασ εν υμιν ατακτωσ μηδεν εργαζομενουσ αλλα περιεργαζομενουσ
11Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους.
12τοισ δε τοιουτοισ παραγγελλομεν και παρακαλουμεν δια του κυριου ημων ιησου χριστου ινα μετα ησυχιασ εργαζομενοι τον εαυτων αρτον εσθιωσιν
12Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
13υμεισ δε αδελφοι μη εκκακησητε καλοποιουντεσ
13Ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐκκακήσητε καλοποιοῦντες.
14ει δε τισ ουχ υπακουει τω λογω ημων δια τησ επιστολησ τουτον σημειουσθε και μη συναναμιγνυσθε αυτω ινα εντραπη
14Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ,
15και μη ωσ εχθρον ηγεισθε αλλα νουθετειτε ωσ αδελφον
15καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
16αυτοσ δε ο κυριοσ τησ ειρηνησ δωη υμιν την ειρηνην δια παντοσ εν παντι τροπω ο κυριοσ μετα παντων υμων
16Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν.
17ο ασπασμοσ τη εμη χειρι παυλου ο εστιν σημειον εν παση επιστολη ουτωσ γραφω
17Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω.
18η χαρισ του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην
18Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.

Tip: use the ← and → keys to turn chapters.