ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1παυλοσ και τιμοθεοσ δουλοι ιησου χριστου πασιν τοισ αγιοισ εν χριστω ιησου τοισ ουσιν εν φιλιπποισ συν επισκοποισ και διακονοισ
1Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις·
2χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
3ευχαριστω τω θεω μου επι παση τη μνεια υμων
3Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν,
4παντοτε εν παση δεησει μου υπερ παντων υμων μετα χαρασ την δεησιν ποιουμενοσ
4πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
5επι τη κοινωνια υμων εισ το ευαγγελιον απο πρωτησ ημερασ αχρι του νυν
5ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον, ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν·
6πεποιθωσ αυτο τουτο οτι ο εναρξαμενοσ εν υμιν εργον αγαθον επιτελεσει αχρι ημερασ χριστου ιησου
6πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ·
7καθωσ εστιν δικαιον εμοι τουτο φρονειν υπερ παντων υμων δια το εχειν με εν τη καρδια υμασ εν τε τοισ δεσμοισ μου και εν τη απολογια και βεβαιωσει του ευαγγελιου συγκοινωνουσ μου τησ χαριτοσ παντασ υμασ οντασ
7καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
8μαρτυσ γαρ μου εστιν ο θεοσ ωσ επιποθω παντασ υμασ εν σπλαγχνοισ ιησου χριστου
8Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ.
9και τουτο προσευχομαι ινα η αγαπη υμων ετι μαλλον και μαλλον περισσευη εν επιγνωσει και παση αισθησει
9Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
10εισ το δοκιμαζειν υμασ τα διαφεροντα ινα ητε ειλικρινεισ και απροσκοποι εισ ημεραν χριστου
10εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,
11πεπληρωμενοι καρπων δικαιοσυνησ των δια ιησου χριστου εισ δοξαν και επαινον θεου
11πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
12γινωσκειν δε υμασ βουλομαι αδελφοι οτι τα κατ εμε μαλλον εισ προκοπην του ευαγγελιου εληλυθεν
12Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾿ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν·
13ωστε τουσ δεσμουσ μου φανερουσ εν χριστω γενεσθαι εν ολω τω πραιτωριω και τοισ λοιποισ πασιν
13ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι,
14και τουσ πλειονασ των αδελφων εν κυριω πεποιθοτασ τοισ δεσμοισ μου περισσοτερωσ τολμαν αφοβωσ τον λογον λαλειν
14καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν.
15τινεσ μεν και δια φθονον και εριν τινεσ δε και δι ευδοκιαν τον χριστον κηρυσσουσιν
15Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾿ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
16οι μεν εξ εριθειασ τον χριστον καταγγελλουσιν ουχ αγνωσ οιομενοι θλιψιν επιφερειν τοισ δεσμοισ μου
16οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου·
17οι δε εξ αγαπησ ειδοτεσ οτι εισ απολογιαν του ευαγγελιου κειμαι
17οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι.
18τι γαρ πλην παντι τροπω ειτε προφασει ειτε αληθεια χριστοσ καταγγελλεται και εν τουτω χαιρω αλλα και χαρησομαι
18Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι.
19οιδα γαρ οτι τουτο μοι αποβησεται εισ σωτηριαν δια τησ υμων δεησεωσ και επιχορηγιασ του πνευματοσ ιησου χριστου
19Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,
20κατα την αποκαραδοκιαν και ελπιδα μου οτι εν ουδενι αισχυνθησομαι αλλ εν παση παρρησια ωσ παντοτε και νυν μεγαλυνθησεται χριστοσ εν τω σωματι μου ειτε δια ζωησ ειτε δια θανατου
20κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾿ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
21εμοι γαρ το ζην χριστοσ και το αποθανειν κερδοσ
21Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος.
22ει δε το ζην εν σαρκι τουτο μοι καρποσ εργου και τι αιρησομαι ου γνωριζω
22Εἰ δὲ τὸ ζῇν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω.
23συνεχομαι δε εκ των δυο την επιθυμιαν εχων εισ το αναλυσαι και συν χριστω ειναι πολλω μαλλον κρεισσον
23Συνέχομαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον·
24το δε επιμενειν εν τη σαρκι αναγκαιοτερον δι υμασ
24τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾿ ὑμᾶς.
25και τουτο πεποιθωσ οιδα οτι μενω και συμπαραμενω πασιν υμιν εισ την υμων προκοπην και χαραν τησ πιστεωσ
25Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
26ινα το καυχημα υμων περισσευη εν χριστω ιησου εν εμοι δια τησ εμησ παρουσιασ παλιν προσ υμασ
26ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοί, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
27μονον αξιωσ του ευαγγελιου του χριστου πολιτευεσθε ινα ειτε ελθων και ιδων υμασ ειτε απων ακουσω τα περι υμων οτι στηκετε εν ενι πνευματι μια ψυχη συναθλουντεσ τη πιστει του ευαγγελιου
27Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπών, ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
28και μη πτυρομενοι εν μηδενι υπο των αντικειμενων ητισ αυτοισ μεν εστιν ενδειξισ απωλειασ υμιν δε σωτηριασ και τουτο απο θεου
28καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ·
29οτι υμιν εχαρισθη το υπερ χριστου ου μονον το εισ αυτον πιστευειν αλλα και το υπερ αυτου πασχειν
29ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν·
30τον αυτον αγωνα εχοντεσ οιον ειδετε εν εμοι και νυν ακουετε εν εμοι
30τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον ἴδετε ἐν ἐμοί, καὶ νῦν ἀκούετε ἐν ἐμοί.
Tip: use the ← and → keys to turn chapters.